TLG 2002 001 :: ANONYMUS SEGUERIANUS :: Ars rhetorica (olim sub nomine Cornuti)

ANONYMUS SEGUERIANUS Rhet.
(A.D. 3)

Ars rhetorica (olim sub nomine Cornuti)

Source: Hammer, C. (post L. Spengel) (ed.), Rhetores Graeci, vol. 1. Leipzig: Teubner, 1894: 352–398.

Citation: Section — (line)

t

ΑΝΩΝΥΜΟΥ [Κορνούτου Graeveni] ΤΕΧΝΗ
ΡΗΤΟΡΙΚΗ.
ΤΕΧΝΗ ΤΟΥ ΠΟΛΙΤΙΚΟΥ ΛΟΓΟΥ.

1-39

(t)

ΠΕΡΙ ΠΡΟΟΙΜΙΩΝ.

1

Ὁ πολιτικὸς ἤτοι δικανικὸς λόγος εἰς τέσσαρα μέρη διαιρεῖται τὰ προκείμενα· χρῄζομεν γὰρ ἐν αὐτῷ προοιμίων μὲν πρὸς τὸ προσεχεστέρους ποιῆσαι τοὺς ἀκροατάς, διηγήσεως δὲ πρὸς τὸ διδάξαι τὸ πρᾶγμα,
5τῶν δὲ πίστεων πρὸς τὸ κατασκευάσαι ἢ ἀνασκευάσαι τὸ προκείμενον· τοὺς δὲ ἐπιλόγους ἐπάγομεν πρὸς τὸ ἐπιρρῶσαι τὸν ἀκούοντα εἰς τὴν ὑπὲρ ἡμῶν ψῆφον.

2

Πρῶτον μὲν οὖν περὶ προοιμίων λεκτέον καὶ ἑξῆς περὶ τῶν λοιπῶν.

3

Ἔνιοι μὲν τῶν τεχνογράφων ἐκ τῶν αὐτῶν ὁρμᾶ‐ σθαι τὸ προοίμιον καὶ τὸν ἐπίλογόν φασιν, Ἀλέξαν‐ δρος δὲ οὐκ ἀληθές φησι τοῦτο· ἐνίοτε γὰρ ἑτέρας μὲν ὕλας ἔχει τὸ προοίμιον καὶ ἑτέρας ὁ ἐπίλογος.

4

Ἰστέον, ὅτι κυρίως προοίμια ἔλεγον οἱ παλαιοὶ τὰ
τῶν κιθαρῳδῶν· οἴμας γὰρ ἐκάλουν οὗτοι τὰς ᾠδάς. τὸ οὖν ἀνάκρουμα τὸ πρὸ τῆς ᾠδῆς τῆς κιθάρας προ‐ οίμιον ἐκάλουν· ἀπὸ τούτου καὶ ἐπὶ τὸν ῥητορικὸν352
5μετενήνεκται λόγον τὸ ὄνομα.

5

Ὁρίζονται δὲ αὐτὸ οὕτως· προοίμιόν ἐστι λόγος κινητικὸς ἢ θεραπευτικὸς τῶν τοῦ ἀκροατοῦ παθῶν· παρασκευάσαι γὰρ ἀκροατὴν ἀδύνατον μὴ κινήσαντα ἢ θεραπεύσαντα τὰ ἐν αὐτῷ πάθη.

6

ἔστι δὲ πάθος πρόσκαιρος κατάστασις ψυχῆς, σφοδροτέραν ὁρμὴν ἢ ἀφορμὴν κινοῦσα, οἷον ἔλεον, ὀργήν, φόβον, μῖσος, ἐπιθυμίαν. διαφέρει δὲ τοῦ ἤθους, ὅτι τὸ μὲν δυσκί‐
5νητον, τὸ δὲ εὐκίνητον· ἦθος γάρ ἐστι διάθεσις ψυχῆς ἐνεσκιρρωμένη καὶ δυσεξάλειπτος, οἷον τῶν πατέρων πρὸς τοὺς παῖδας.

7

Λαμβάνεται δὲ τὰ προοίμια ἐκ τεσσάρων τού‐ των· ἐκ τοῦ αὐτοῦ, ἐκ τοῦ ἀντιδίκου, ἐκ τῶν δικα‐ ζόντων, ἐκ τῶν πραγμάτων. ἐκ τοῦ αὐτοῦ, ὡς Δημο‐ σθένης ἐν τῷ κατὰ Κόνωνος ‘ὕβρεωσ‘. ἂν δὲ ὑπὲρ
5ἑτέρου λέγῃς, καὶ τοῦτο ἐπισημαίνεσθαι δεῖ, ὥσπερ πεποίηκε Λυσίας λέγων· ‘ἐπιτήδειός μοί ἐστιν Ἄρχιπ‐ πος οὑτοσί, ὦ δικασταί‘. ἐκ τοῦ ἀντιδίκου, ὡς ἐν τῷ κατὰ Μειδίου· ‘τὴν μὲν ἀσέλγειαν‘. ἐκ τῶν ἐκείνῳ συναγορευόντων, ὡς Δημοσθένης· ‘εἰ μὲν ὅτῳ πλεῖστοι
10συνείποιεν, ὦ βουλή‘. ἐκ δὲ τῶν πραγμάτων, ὡς Λυκοῦργος ἐν τῷ κατ’ Αὐτολύκου· ‘πολλῶν δὲ καὶ
μεγάλων ἀγώνων εἰσεληλυθότων οὐδέποτε περὶ μει‐ ζόνων ἥκετε δικάσοντεσ‘. ἐκ δὲ τῶν ἀκροατῶν ἢ τῶν δικαστῶν, ὡς Ἰσοκράτης· ‘εἰδότες ὑμᾶς, ὦ ἄνδρες353
15Ἀθηναῖοι‘.

8

Τοπικὰ δὲ προοίμια Ἁρποκρατίων φησὶ τὰ περι‐ στατικά.

9

σκοπὸς δὲ τοῦ προοιμίου τὸ τοιόνδε παρα‐ σκευάσαι τὸν ἀκροατήν· τέλος δὲ τὸ προσοχὴν καὶ εὐμάθειαν καὶ εὔνοιαν ἀπεργάσασθαι.

10

Εἰδότες γὰρ οἱ ἀκούοντες, περὶ ὧν οἱ λόγοι, εὐμαθέστεροι γενήσονται. εὐμάθειαν δὲ ποιεῖ προέκ‐ θεσις, ἀνανέωσις, μερισμός.

11

προέκθεσις μέν ἐστιν, ὅταν ἃ μέλλει τις λέγειν ὡς ἐν κεφαλαίῳ προεκθῆται, ὡς [Αἰσχίνης]· ‘ἐπιδείξω δὲ καὶ τὸν ἄνδρα ἀνάξιον δωρεᾶς καὶ τὸ ψήφισμα παράνομον‘.

12

ἀνανέωσις δέ ἐστιν, ὅταν ἀναλαμβάνοντες τὰ προειρημένα εἴδη περὶ ὧν λέγειν μέλλομεν διορίσωμεν, ὡς Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου· ‘περὶ μὲν οὖν τοὺς πολίτας καὶ
5τοὺς οἰκείους οἷος γεγένηται, καὶ τὴν πατρῴαν οὐσίαν ὡς αἰσχρῶς ἀνάλωκε, καὶ τὴν ὕβριν εἰς τὸ αὑτοῦ σῶμα ὑμεῖς ἴστε καὶ ἱκανῶς ὑμᾶς ἀνέμνησεν ὁ παρ’ ἐμοῦ λόγος· δύο δέ μοι τῆς κατηγορίας εἴδη λείπεται‘, καὶ ἑξῆς.

13

μερισμὸς δέ ἐστιν εἰς μέρη περιγραφὴ τῶν ὅλων πράξεων, ὡς πεποίηκεν ὁ Δημοσθένης· ‘βού‐ λομαι δὲ ὑμᾶς ἀναμνῆσαι, τίνων προσήκει λόγον παρὰ
πρεσβευτοῦ λαβεῖν, πρῶτον μὲν ὧν ἀπήγγειλε, δεύτερον354
5δὲ ὧν ἔπραξε‘, καὶ ἑξῆς. ἰστέον δέ, ὡς μερισμὸς καὶ προέκθεσις καὶ ἐν ἀρχῇ τοῦ λόγου παραληφθήσεται, ἀνανέωσις δὲ οὐκέτι· τῶν γὰρ μὴ προειρημένων οὐκ ἔστιν ἀνανέωσις.

14

Προσοχὴν δὲ ἀπεργάσῃ ἔκ τε τῶν προειρημένων καὶ πρὸς τούτοις εἰ ἀξιόπιστος φαίνοιο, καὶ εἰδὼς περὶ ὧν λέγεις καὶ ἕτερά τινα ἐπιστάμενος φαίνοιο, ἢ πολ‐ λῶν ἔμπειρος εἶναι πραγμάτων προσποιοῖο ἢ αὐτὸς
5πειραθεὶς ἢ καὶ παρ’ ἄλλων πειραθέντων μαθὼν καὶ συμβουλεύσας, ὥσπερ ὁ παρ’ Ὁμήρῳ Νέστωρ εἰσάγει ἑαυτὸν τοῖς περὶ Καινέα καὶ Ἐξάδιον συμβουλεύσαντα, ὅτι πειθήνιοι ἦσαν αὐτῷ, οὕτως καὶ πρότερον δηλώ‐ σεις καὶ αὐτός, ὡς πεισθέντες μὲν κατώρθωσαν, μὴ
10πεισθέντες δὲ ἀπώλοντο.

15

καὶ τὸ ἐπιτιμᾶν δὲ τοῖς ἄλλοις δοκεῖ προσοχὴν καὶ φόβον κινεῖν, καὶ εἰ νόμιμα λέγειν προσποιοῖο, καὶ εἰ ἢ αὐτὸς ἔνδοξος φαίνοιο ἢ τοῖς τῶν ἐνδόξων προσχρώμενος καλοῖς, περὶ μεγάλων
5δὲ ἢ καλῶν ἢ συμφερόντων λέγοις ἐληλυθέναι, καὶ εἰ προσυπισχνοῖο, ὅτι καινὰ καὶ ὅτι διὰ βραχέων καὶ σαφῶς καὶ περὶ ἀναγκαίων ἐρεῖς.

16

Εὔνοιαν δὲ ἐργάσῃ ἢ φύσει οἰκειούμενος ἢ συνηθείᾳ ἢ φιλίᾳ πατρῴᾳ, ἢ εἰ κοινῇ συμφέρειν λέ‐ γοις ἢ τῶν αὐτῶν ἐφίεσθαι.

17

εὔνοιαν δὲ ποιεῖ καὶ τὸ χρηστὸν εἶναι· χρηστὸν δὲ εἶναι δείκνυσι τὸ τοὺς ἐπιεικεῖς ἐπαινεῖν, καὶ τὸ τοὺς θρασυτέρους προ‐
άγειν, καὶ τὸ μηδενὶ φθονεῖν, καὶ τὸ μὴ διαρρήδην355
5λέγειν τά τε αὑτοῦ ἀγαθά, καὶ τὰ [περὶ] τοῦ ἀντι‐ δίκου κακά, καὶ τὸ τοῦ μὲν κατηγόρου τὰ πολλὰ ἐᾶν, αὐτὸ δὲ τὸ πρᾶγμα λαλεῖν, καὶ μὴ μόνον αὐτόν, ἀλλὰ καὶ ἕτερον ἄχθεσθαι λέγειν, καὶ εἰ φιλανθρωπότερον δὲ ἀπαγγείλαις τὰ πικρότερα τῶν νοημάτων.

18

ποιεῖ δὲ εὔνοιαν καὶ τὸ δοκεῖν ἐπιεικῆ τὸν λέγοντα εἶναι· ἐπιεικὴς δὲ δόξεις, εἰ μὴ θρασέως ἐπὶ τὰς δίκας ὁρμῶν φαίνοιο, ἀλλὰ πολὺν χρόνον κατεσχημένος καὶ διαλ‐
5λαγῆναι πρὸς τὸν ἀντίδικον ἐθελήσας, εἰς μετριωτέραν αὐτὸν πολλάκις δίκην προκαλεσάμενος καὶ τοῖς ὑπ’ ἐκείνου προκαλουμένοις δοκῶν ἐπιμένειν καὶ μετρίας ὁρίζων τὰς τιμωρίας, ἤτοι τοῦ ἀντιδίκου, καὶ τῇ ἐκ‐ βολῇ τοῦ λόγου μὴ πικρᾷ χρώμενος, καὶ τὰ τούτοις
10παραπλήσια.

19

Διαφέρει δὲ τοῦ ἐπιλόγου τὸ προοίμιον, ὅτι ἐν μὲν τῷ προοιμίῳ τὸ σχῆμα καὶ τὴν ἑρμηνείαν μέτριον εἶναι δεῖ καὶ τιθασσὸν ὡς ἂν εἴποι τις, ἐν δ’ ἐπιλόγοις τὸ σχῆμα συγκεκινημένον καὶ πολλὰς μὲν
5ἐμβοήσεις ἔχον, πολλοὺς δὲ σχετλιασμούς, τήν τε ἑρ‐ μηνείαν συγκειμένην ἐκ τροπικῆς μᾶλλον καὶ σημει‐ ώδους λέξεως, δυναμένης μέντοι πεσεῖν εἰς πολιτικοὺς λόγους.

20

ἔτι δὲ καὶ τούτῳ διαφέρει, ὅτι πολλὰ
τῶν ἐν τοῖς προοιμίοις οὐκέτ’ ἐν ἐπιλόγοις λεκτέον. οὐ μόνον δὲ τῶν προοιμίων εἰσί τινες ὕλαι, αἷς οὐ χρώμεθα ἐν τοῖς ἐπιλόγοις, ἀλλὰ καὶ τῶν ἐπιλόγων,356
5ὧν οὐκ ἔστιν ἐν τοῖς προοιμίοις χρεία. ποιήσομεν τὸ προοίμιον, εἰ τῶν κεφαλαίων τῶν ἀναγκαίων ἐν τούτοις τὰς ὑπολήψεις ληψόμεθα, ἐν δὲ τῷ ἐπιλόγῳ ἀνάγκη πᾶσα ἕν τι λαμβάνειν αὐτῶν εἰς ἐπίρρωσιν ἢ παραί‐ τησιν.

21

Ἰστέον, ὅτι πολλάκις δεῖ παραιτεῖσθαι τὰ προ‐ οίμια· οὐ γὰρ ἀεὶ προοιμιαστέον.

22

ὅταν γὰρ μὴ πάθος ἔχῃ τὰ πράγματα, οὐ προοιμιαστέον. πολλὰ δέ εἰσι τοιαῦτα, οἷον ὅταν ἢ περὶ κυνιδίου ἢ ἀργυρίου δίκη ᾖ· ἐνταῦθα γὰρ περιττὸν τὸ προοίμιον, εἴγε τοῦτο
5μέν ἐστι παθῶν προθεραπεία, μηδὲν δὲ ἐν τούτοις πάθος.

23

δεύτερον, ὅταν πάθος μὲν ἔχῃ, ὁ δὲ ἀκρο‐ ατὴς μὴ προσίηται τὸν ἔξω τῶν πραγμάτων λόγον ἤτοι σπεύδων ἢ ὀργιζόμενος.

24

τρίτον, ὅταν οἰκεῖοι ὦσιν οἱ ἀκούοντες· περιττὸν γὰρ τὸ πειρᾶσθαι εὔνους ἡμῖν ποιεῖν τοὺς ἀκούοντας οἰκείους ὄντας.

25

τέταρτον, ὅταν ὀλίγον λαμβάνωμεν ὕδωρ, πρὸς ὃ δεῖ λέγειν τὸν λόγον· ἐνταῦθα γὰρ ἡ τῶν ὠφελιμωτέρων διήγησις ἀναγκαιοτέρα.

26

Τινὲς δὲ ἔφασαν ὥσπερ οἱ Ἀπολλοδώρειοι, ἀεὶ δεῖν χρῆσθαι προοιμίοις, λέγοντες οὕτως· τὸν μὲν λόγον ἐκ μερῶν συγκεῖσθαι, τὸν δὲ μὴ ἐκ πάντων συγκείμενον οὔτε ὁλόκληρον εἶναι οὔτε ὑγιῆ. μάλιστα
5μὲν οὖν φασιν οὐδὲν τῶν τοῦ λόγου μερῶν παρα‐ λειπτέον, ἐξαιρέτως δὲ προοίμιον· δόξει γὰρ ἀκέφαλός τις ὁ λόγος εἶναι ὅλος διὰ τὸ ὥσπερ κεφαλὴν τοῦ παντὸς λόγου τὸ προοίμιον εἶναι.357

27

εἰ δὲ τοῦτο, φασίν, παραιτησόμεθα καὶ τὸν ἐπίλογον ἐξ ἀνάγκης διὰ τὸ τοῦ παθητικοῦ μέρη εἶναι ἀμφότερα. ἔτι δὲ καὶ τοιοῦτό τι λέγουσι· πότερον γὰρ παραλείψομεν τὸ προ‐
5οίμιον ἢ τοὺς ἐπιλόγους; εἰ μὲν οὖν τοὺς ἐπιλόγους, ἀτελὴς ἔσται, μάτην εἰρημένος ὁ λόγος τοῖς μεταξὺ εἰρημένοις εἰς λήθην τῶν καιριωτέρων τῶν ἀκροατῶν ἐμπεπτωκότων· εἰ δὲ μὴ παραλείψομεν τούτους, οὐδὲ τὸ προοίμιον.

28

πρὸς δὲ τούτοις κἀκεῖνό φασιν· ἔργον μὲν εἶναι προοιμίου καὶ τέλος τὸ τὸν ἀκροατὴν εὔνουν παρασκευάσαι πρὸς τὰ λεχθησόμενα, τούτου δὲ παραλειφθέντος μηδὲν τῶν προειρημένων γενήσεσθαι.

29

ἐφ’ ἅπασιν ἐκεῖνο λέγουσιν, ὅτι πολλοὶ τῶν ἀρ‐ χαίων λόγους συνέγραψαν, ὧν οὐδείς ἐστιν ἀπροοιμί‐ αστος.

30

Οὗτοι μὲν οὖν οὕτως, Ἀλέξανδρος δὲ ὁ τοῦ Νου‐ μηνίου πρὸς ἕκαστον τῶν εἰρημένων ἀπαντῶν πρῶτον μὲν ἐκεῖνο μέμφεται, ὡς οὐκ ὀρθῶς τῆς ῥητορικῆς κατωπτεύκασι τὴν φύσιν στοχαστικῆς οὔσης· καὶ γὰρ
5αὑτοὺς λελήθασι, φησίν, ὡς περὶ ἐπιστήμης διαλεγό‐ μενοι.

31

διαφέρει δὲ ἡ ἐπιστήμη τῆς τέχνης, καθὸ ἡ μὲν ἀδιαπτώτων ἐστὶ θεωρημάτων καὶ μίαν ἐχόντων
τὴν φύσιν, τέχνη δὲ [ἀπὸ] κινουμένων καὶ ἄλλοτε ἄλλην ἀναλαμβανόντων φύσιν. τέχνης οὖν οὔσης τῆς358
5ῥητορικῆς καὶ τῶν θεωρημάτων αὐτῆς πρὸς τοὺς και‐ ροὺς ἁρμοζομένων ἁμαρτάνουσιν ἐπιστημονικῶς διδόν‐ τες τὰ θεωρήματα καὶ λέγοντες ἀεὶ δεῖν προοιμιάζεσθαι.

32

ἀλλὰ τοῦτό φαμεν, ὡς, ἐπειδὴ ἄλλοτε ἄλλοις περι‐ πίπτομεν πράγμασιν, ἡ δὲ τέχνη ἡμῶν πρὸς τὸ χρή‐ σιμον τῶν παρόντων ἁρμόζεται, ἂν μὲν συμφέρῃ, προ‐ οιμιαστέον, εἰ δὲ μή, παραλειπτέον τοῦτο· οὐ γὰρ
5εὐκαίρως παραλειφθέντα βλάψει.

33

ἀλλὰ μᾶλλον ἀκολούθως ῥητέον, καὶ πρῶτον πρὸς τὸ ὅτι οἱ ἀρχαῖοι συνέταξαν λόγους, ὧν οὐδεὶς ἀπροοιμίαστος· ἐκεῖνο γάρ φαμεν, ὅτι οἱ ἀρχαῖοι ἀγωνιζόμενοι πολλάκις οὐκ
5εἶπον προοίμια, συντάσσοντες δὲ μετὰ προοιμίων ἐβου‐ λήθησαν συντάξαι· μάρτυς τοῦ λόγου Θουκυδίδης ἐν ᾗ φησι δημηγοριῶν· ‘Ἀλκίδα καὶ Λακεδαιμόνιοι, ἐμοὶ δοκεῖ πλεῖν ἡμᾶς ἐπὶ Μυτιλήνην‘. καὶ Μένανδρος ἐν τοῖς Ἐπιτρέπουσι τὴν δίκην ἄνευ προοιμίων πεποίηκεν·
10οὐδὲν δὲ διαφέρει ἢ ἐνταῦθα οὕτως αὐτὰ κεῖσθαι ἢ ἐν δικαστηρίοις λέγεσθαι. πρὸς δὲ τούτοις ἡ ἐν Ἀρείῳ πάγῳ βουλὴ οὔτε προοιμιάζεσθαι εἴα οὔτε ἐπιλογίζε‐ σθαι.

34

πρὸς δὲ τὸ ὅτι παρασκευαστικόν ἐστιν ἀκροα‐ τῶν τὸ προοίμιον, ἐκεῖνό φησιν, ὅτι, ὅτε μὲν παρα‐ σκευάσαι δεῖ, τότε παρασκευάσομεν, ἐὰν δὲ ὦσι παρ‐ εσκευασμένοι, περιττὸν προοιμιάζεσθαι. τοῦτο δὲ καὶ
5Μένανδρον εἰδέναι· ἐν γὰρ τῇ Ἐπικλήρῳ δικαζομένων τοῦ τε ἀνδρὸς καὶ τῆς γυναικὸς καὶ τοῦ παιδίου δικά‐
ζοντος οὐκ ἔθηκεν οὐδετέρῳ προοίμιον διὰ τὸ τὴν εὔνοιαν προϋπάρχειν τοῦ ἀνδρός, ὁμοίως δὲ κἂν πρὸς τὴν γυναῖκα ἰδίᾳ διαλεγώμεθα. κἂν ὀλίγον ἔχωμεν359
10ὕδωρ, παραλείψομεν τὸ προοίμιον. ἐνίοτε δὲ καὶ πρὸς λίαν ἀντιπαρατεταγμένους τὴν παρασκευὴν ποιούμενοι μᾶλλον ἐρεθίζομεν αὐτοὺς καὶ λυποῦμεν.

35

πρὸς δὲ τὸ πῶς ἡμῖν ἡ διήγησις παραδεχθήσεται μὴ προπαρεσκευ‐ ασμένου τοῦ ἀκροατοῦ τῷ προοιμίῳ πρὸς τὴν ἀκοήν, ἐκεῖνο ἐροῦμεν, ὅτι, ὅταν μὲν οἰώμεθα μὴ παραδεχθή‐
5σεσθαι ἡμῶν τὴν διήγησιν, τότε προοιμιασόμεθα· ὅταν δὲ εὐπαράδεκτος ᾖ, τότε οὐκ ἀναγκαῖον προοιμιάζεσθαι.

36

δεῖ δὲ προοιμιαζόμενον ἀπὸ μὲν τοῦ πράγματος ποιεῖν νόημα, μὴ μέντοι ἢ αὐτὸ τὸ πρᾶγμα διεξιέναι ἢ τὰς εἰς τὸ πρᾶγμα κατασκευὰς ἀναλίσκειν· τὸ μὲν γὰρ διηγηματικόν, τὸ δὲ κεφαλαιῶδες καὶ ἐπιχειρημα‐
5τικόν. δεῖ τοίνυν συνεστραμμένον εἶναι τὸ προοίμιον καὶ σπερματικῶς ἔχειν τὰ πράγματα καὶ ἀπηλλάχθαι πάσης ἀγωνιστικῆς ἐπιχειρήσεως.

37

Τινὲς δὲ ἐπὶ τῆς αὐτῆς ὑποθέσεως ἔφασαν δύ‐ νασθαι εἶναι καὶ πολλὰ προοίμια καὶ ἕν, τῶν μὲν ὑπολήψεων τῶν αὐτῶν οὐσῶν, ταῖς δὲ κατασκευαῖς θεραπευομένων. ἐπεὶ οὖν, φασί, διάφοροί εἰσιν αἱ
5κατασκευαί, ἔσται πολλὰ προοίμια.

38

ταὐτὸ δὲ τοῦτο πῇ μὲν ὀρθῶς ἔχει, φησί, πῇ δὲ φαύλως· τὸ μὲν γὰρ τῶν ὑπολήψεων, ὅτι αἱ αὐταὶ οὖσαι ταῖς κατασκευαῖς θεραπεύονται, καλῶς φησιν. ἐπεὶ δὲ αἱ αὐταί εἰσιν
360
5ὑπολήψεις, μᾶλλον ἓν ἂν γένοιτο προοίμιον, ἢ ἐπει‐ δήπερ αἱ κατασκευαὶ διάφοροί εἰσι, πολλά· τὸ γὰρ ὁλοσχερέστερον ἐν τοῖς ἐπὶ μέρους ἐστὶ κυριώτερον καὶ δυνατώτερον.

39

μᾶλλον οὖν λέγομεν, φησίν, ὅτι ἕν ἐστι προοίμιον, ἐπεὶ αἱ αὐταὶ ὑπολήψεις εἰσίν· οὐ γὰρ ἐπειδὴ πολλαὶ τῶν ὑπολήψεων θεραπεῖαι, πολλὰ ζητητέον προοίμια, ἀλλὰ μᾶλλον ἐπειδὴ ὑπολήψεις εἰσὶν
5αἱ αὐταί, ἓν εἶναι προοίμιον νομιστέον. ταῦτα περὶ προοιμίων.

40-142

(t)

ΠΕΡΙ ΔΙΗΓΗΣΕΩΝ.

40

Περὶ δὲ τῆς διηγήσεως τοσαῦτα εἰπεῖν ἔχομεν, πρῶτον ἐκεῖνο εἰπόντες, ὅτι, ἐπειδὴ πολλάκις δυσχερὴς ἡμῖν ὁ λόγος γίνεται διὰ τὸ πρὸς οἰκείους ἔχειν, χρὴ τὴν αἰτίαν τούτων εἰς τοὺς ἀντιδίκους μετάγειν, τὰ
5πλήθη ἐπιδεικνύντας τῶν ἀδικημάτων ὧν μέλλομεν πάσχειν μὴ ὑποστάντες τὴν δίκην· ἢ ὅτι καὶ οἱ νόμοι τοῦτο ποιεῖν συγκεχωρήκασιν. οὕτως γὰρ ἡγοῦντό τινας δίκας ἔσεσθαι περὶ τοὺς οἰκείους.

41

ἐὰν δὲ δοκῇς ἄπιστα λέγειν, καὶ αὐτὸ τοῦτο ἐπισημαίνου καὶ ἐπαγγέλλου δείξειν, ὅτι ἀληθῆ λέγεις, ὡς ὁ Δημοσθέ‐ νης· ‘οὐκ ἀγνοῶ μὲν οὖν ὅτι τὸν Χαρίδημον‘.

42

ἐὰν δὲ τῷ λέγειν ὑπὲρ ἑτέρου διαβληθῇς, λέγε, ἢ ὅτι
φίλος ἢ ὅτι ἐπιεικὴς ἢ ὅτι ἰδιώτης ἢ ὅτι ἐλεεινός, ἢ ὅτι σοὶ κἀκείνῳ κοινὸς ὁ ἀγών, ἢ ὅτι συμφέρει τῇ πόλει,361
5ἢ καὶ νὴ Δία τὰ πλείονα τούτων ἅμα.

43

χρήσιμον δὲ καὶ τὸ νέον εἶναι εἰς παίδευσιν ἀναφέρειν ἢ γένε‐ σιν, καὶ ὅτι οὐδὲν κωλύει καὶ τοὺς νέους εἰδέναι τι τῶν χρησίμων, ὡς ὁ παρ’ Ἰσοκράτει Ἀρχίδαμος.

44

ἐὰν δὲ παλαιός, λέγε, ὅτι

45*

οὐ δεῖ τοῦτον μέμφεσθαι, ἀλλ’ εἰ πεποίηκε τοῦτο δεικτέον, ἢ εἰ καὶ ἔστιν ἀληθῆ, ἀλλ’ οὔτι καθόλου, λέγε· πρὸς μὲν γὰρ τὰ διαβεβλη‐ μένα πάνυ πειρῶ προάγειν ἀπολογίαν, ἣν ἂν δύναιο,
5εἰ δὲ μή, πάρες τὸν περὶ τούτου λόγον· ἐγχωρεῖ γὰρ καὶ τὸν κατήγορον ἔλαττον ἢ πρὸς πίστιν εἰρηκέναι. τὰ δὲ σαθρότερα ἀνατρέπειν πειρῶ.

46

Ἔστι δὲ ἡ διήγησις κατὰ Νεοκλέα ἡ δικανικὴ ἔκθεσις πραγμάτων εἴς τινα προκειμένην ζήτησιν ἀν‐ ηκόντων ἢ νὴ Δία περιστάσεως ἔκθεσις εἴς τινα ζήτη‐ σιν ἀνηκούσης.

47

οὔτε δὲ τῶν ἐνεστώτων φησὶ διήγησιν εἶναι οὔτε τῶν μελλόντων, ἀλλὰ τῶν μὲν ἐνεστώτων ἔνδειξις, ὡς ἐν τῇ Ἀντιγόνῃ δεικνὺς τοὺς ἥρωας, τῶν δὲ μελλόντων πρόρρησις.

48

Ζήνων δὲ οὕτω φησί· διήγησίς ἐστι τῶν ἐν τῇ ὑποθέσει πραγ‐
μάτων ἔκθεσις εἰς τὸ ὑπὲρ τοῦ λέγοντος πρόσωπον ῥέουσα.362

49

Θεόδωρος δὲ οὕτως ὁρίζεται· διήγησίς ἐστι πράγματος αὐτοτελοῦς κατὰ ψιλὴν ἀπόδοσιν ἔκ‐ θεσις περὶ τῶν ἤδη γεγονότων. τοῦτον τὸν ὅρον Ἀλέ‐ ξανδρος ἀκριβῆ μὲν εἶναί φησιν, οὐ μὴν πομπικὸν
5οὐδὲ ῥητορικόν· δεῖ γὰρ σαφέστερον τὰ τοιαῦτα ὑπο‐ γράφειν.

50

Ἀπολλόδωρος δὲ οὕτως· διήγησίς ἐστι περιστάσεως ἔκθεσις. μέμφεται δὲ Ἀλέξανδρος τοῦτον· ἡ γὰρ περίστασις ἄθροισμα προσώπων καὶ πράξεων καὶ παθῶν καὶ αἰτιῶν καὶ ἀφορμῶν καὶ χρόνων ἐστίν,
5αἱ δὲ διηγήσεις πολλάκις ἑνὸς τούτων εἰσίν, οὐ πάν‐ των.

51

ὅθεν Ἀλέξανδρος ὁρίζεται αὐτὴν οὕτως· διήγησίς ἐστιν ἔκθεσις καὶ παράδοσις τῷ ἀκροατῇ τοῦ πράγματος οὗ κοινούμεθα αὐτῷ.

52

Διττῆς δὲ τῆς διηγήσεως οὔσης, τῆς μὲν γενι‐ κῆς τῆς δὲ εἰδικῆς, τὴν μὲν γενικὴν οὕτως ὁρίζονται· διήγησίς ἐστιν ἀπαγγελία πραγμάτων 〈γεγονότων ἢ ὄντων ἢ μελλόντων, ἡ δὲ εἰδικὴ ἀπαγγελία πραγμάτων〉
5γεγενημένων ἢ ὄντων ἐπὶ κριτοῦ ἢ κριτῶν, ὑπὲρ ὧν δεῖ φέρειν τὰς ἀποδείξεις· τῆς δὲ εἰδικῆς ἀποδόσεις αἱ προλαβοῦσαι.

53

ἔστι δὲ τῶν διηγήσεων εἴδη ταῦτα· αἱ μὲν γὰρ αὐτῶν εἰσιν ἀληθεῖς, αἱ δὲ πεπλα‐ σμέναι, καὶ αἱ μὲν ἐπὶ κριτῶν λεγόμεναι, αἱ δὲ καθ’ ἑαυτάς.

54

καὶ τῶν καθ’ ἑαυτὰς αἱ μέν εἰσι βιωτι‐ καί, αἱ δὲ ἱστορικαί, αἱ δὲ μυθικαί, αἱ δὲ περιπετικαί.

55

τῶν δὲ ἐπὶ κριτῶν αἱ μὲν κατὰ τὸ ἀμφισβητού‐
μενον αὐτὸ συνίστανται, αἱ δὲ πρὸς ἰδίας διηγήσεις τῆς ὑποθέσεως λέγονται, αἱ δὲ παρεμπίπτουσι πίστεως ἕνεκεν ἢ αὐξήσεως ἢ διαβολῆς ἢ ἄλλου τινὸς τοιούτου,363
5ἅστινας καὶ παραδιηγήσεις τινὲς καλοῦσιν.

56

ἔτι τῶν ἐπὶ κριτῶν διηγήσεων ἃς μὲν ἡμεῖς προηγουμένως εἰσάγομεν, ἃς δὲ τῶν ἀντιδίκων εἰσαγόντων ἑτέρως ἐπαγομένας αὐτοὶ ἀντιδιηγούμεθα, παρ’ ὃ καὶ ἀντιδιηγή‐
5σεις προσαγορεύονται. ἀντιδιηγούμεθα δὲ ἢ τὸ καθόλου τῇ τῶν ἀντιδίκων διηγήσει ἀνθιστάμενοι ἢ κατὰ μέρος ἕκαστον.

57

ὅταν μὲν οὖν ἐμπέσῃ ἡ τῶν πραγμάτων διήγησις, τότε ἐμπεσεῖται παραδιήγησις ἐπιχειρημάτων μὲν ἔχουσα τόπον, πιθανὸν δέ τι συμφερομένη. εἴδη δὲ τῶν παραδιηγήσεων τρία, προδιήγησις, παραδιή‐
5γησις, ἐπιδιήγησις.

58

καὶ προδιήγησις μέν ἐστιν, ὅταν πρὸ αὐτοῦ τοῦ πράγματος ἔξωθεν ἕτερόν τι διη‐ γησώμεθα, ὥσπερ ἐν τῷ κατὰ Τιμοκράτους· ‘ἐγὼ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, προσέκρουσα ἀνθρώπῳ πονηρῷ‘.

59

παραδιήγησις δέ, ὅταν περὶ τὸ αὐτὸ πρᾶγμα ἕτερα διηγησώμεθα, ὡς ἐν τῷ κατὰ Μειδίου· ‘ἐγένοντο ἐπι‐ δόσεις εἰς Εὔβοιαν‘, καὶ τὰ ἑξῆς.

60

ἐπιδιήγησις δέ, ὅταν μετὰ τὰς πίστεις ἢ τὸν ἐπίλογον διηγησώμεθα.

61

Ἰστέον δὲ τοῦτο, ὡς τὴν παρέκβασίν τινες ταὐτὸν εἶναι ὑπέλαβον τῇ παραδιηγήσει, διαφέρει δέ· ἡ μὲν γὰρ παραδιήγησις, ὥς φασιν, ἐφάπτεταί τινων
παρὰ τὸ πρᾶγμα, ἡ δὲ παρέκβασις ἐκδρομή ἐστι λόγων364
5καθ’ ὁμοίωσιν ἢ μίμησιν τῶν γεγονότων.

62

περὶ δὲ τῆς παρεκβάσεως Ἀλέξανδρος ἀντιλέγει· γελοῖον γάρ ἐστι, φησί, τὸ λεγόμενον· εἰ μὲν γὰρ ἐξ αὐτοῦ τοῦ πράγματός ἐστι τὸ λεγόμενον, πῶς ἐστι παρέκβασις;
5εἰ δὲ ἔξωθεν, πῶς ἐροῦμεν τὰ ἔξωθεν τῆς ὑποθέσεως;

63

Ἐπειδὴ δὲ τῆς διηγήσεως τὰς ἀρετάς φαμεν τήν τε συντομίαν καὶ τὴν σαφήνειαν καὶ τὴν πιθα‐ νότητα, καιρὸς ἂν εἴη λέγειν περὶ ἑκάστης, καὶ ἄγε περὶ συντομίας λέγωμεν, πόθεν ἔσται σύντομος.

64

τῆς συντομίας τοίνυν ἡ μὲν ἐν τοῖς πράγμασιν, ἡ δὲ ἐν ταῖς λέξεσιν. ἐκ μὲν οὖν τῶν πραγμάτων σύντομον ποιήσεις τὴν διήγησιν,

65

ἐὰν μήτε πόρρωθεν ἄρχῃ, καθάπερ ἐν τοῖς προλόγοις πεποίηκεν Εὐριπίδης, μήτε μακρὰ λέγῃς, ὡς οἱ μετὰ τὸ πρᾶγμα καὶ ἄλλα διηγού‐ μενοι,

66

τὰ δὲ λυποῦντα τοὺς ἀκούοντας καὶ τὰ ἀπίθανα καὶ ἀπρεπῆ τῷ λέγοντι, καὶ οἷα μὴ ὠφελεῖν τὸν ἀγῶνα, οἷά τέ εἰσι καὶ ἐν ἑτέροις ῥηθῆναι δύναν‐ ται, ἀφέλῃς [ταῦτα] τῆς διηγήσεως, σύντομον ἐκ τού‐
5των ποιήσεις τὸν λόγον.

67

ἔτι τε ἐὰν μήτε παρ‐ εκβάσει χρῷο μήτε ἐπεισοδίοις μήτε ὅλως ἀπὸ τοῦ πράγματος πλανῷο·

68

ἔτι τε τὴν ταυτολογίαν εἰ παραι‐ τοῖο, καὶ μακρὰ δι’ ὀλίγων ἑρημνεύοις καὶ τὰ τοιαῦτα λέγοις, ὧν ῥηθέντων φανερά ἐστι τὰ σιωπώμενα.

69

ἐν δὲ ταῖς λέξεσιν ἔσται συντομία, ἐὰν μὴ συν‐ ωνυμίαις χρῷο, οἷον ‘πυκνοὶ καὶ θαμέεσ‘, ἢ ξίφος καὶ μάχαιρα· τούτων γὰρ ἕκαστον καὶ καθ’ ἑαυτὸ πρὸς δήλωσιν ἀρκεῖ.365

70

καὶ ἐὰν τῶν συνωνύμων τὰς βραχυσυλλάβους ἐκλέγῃς, ὃ ἐπὶ πλήθους παραχωρού‐ μενον χρήσιμον, οἷον ἀντὶ μαχαίρας ξίφος λέγων·

71*

καὶ ἐὰν μὴ τοῖς κυρίοις προστιθῇς τὰ ἐπίθετα, ὡς ὁ ποιητής, οἷον ‘ὑγρὸν ἔλαιον‘·

72*

καὶ ἐὰν τὰς ἀναδιπλώσεις παραιτοῖο, οἷον ‘πόλεμον εἰς τὴν Ἀττι‐ κήν, εἰς τὴν Ἀττικὴν εἰσάγεις πόλεμον‘·

73*

καὶ ἐὰν τὰς περιφράσεις φύγῃς, οἷον ‘βίη Ἡρακληείη‘·

74*

καὶ ἐὰν τοῖς τροπικοῖς ἐνίοις κυρίως χρῷο, ὥσπερ Δημο‐ σθένης τῷ ‘ἀνεχαίτισε‘· διὰ μιᾶς γὰρ λέξεως ὅλον ἐπλήρωσε νόημα.

75

καὶ ἡ λεγομένη δὲ ἔλλειψις συντομίαν ἐργάζεται, οἷον ‘σὺ τοῦτον φιλεῖς καὶ οὗτος σέ‘· λείπει γὰρ τὸ φιλεῖ.

76

ἐργάζεται δὲ συντομίαν καὶ τὸ ἐπεζευγμένον, ὅταν δύο ἢ καὶ τρισὶν ὀνόμασιν ἢ καὶ πράγμασι μίαν ἐπάγῃς λέξιν συμπληρωτικήν, οἷον ‘Ῥοδίους μὲν συμμάχους ὄντας, Βυζαντίους δὲ συγγε‐
5νεῖς, Τενεδίους δὲ πεποιημένους ἰσοπαλίαν, πλείους δὲ ἄλλους συμμάχους εὐεργέτησαν‘.

77

ποιεῖ δὲ καὶ τὸ ἀσύνδετον δόξαν συντομίας, οἷον ‘ἀλλ’ ἐπειδὴ τὰ
πλοῖα σεσύλητο, Χερρόνησος ἐπορθεῖτο‘, καὶ τὰ ἑξῆς.366

78

ποιήσεις δὲ συντομίαν καὶ ὅτε κατ’ ἔμφασιν παρα‐ λείψεως λέγεις, ὡς ὁ Δημοσθένης· ‘ἐπειδὴ γὰρ εἷλεν Ὄλυνθον Φίλιπποσ‘· διὰ γὰρ τοῦ εἷλεν πολλὰ ἐδήλωσεν.

79

Σαφήνειαν δὲ εὖ φασι δεῖν παραφυλάττεσθαι, ἐὰν ἐναντία τισὶ τῶν εἰς τὴν συντομίαν θεωρημάτων λέγειν δόξωμεν· ἡ μὲν γὰρ τέχνη καθ’ ἕκαστον τελείως ἐκπληροῦν τὸν τόπον ἀναγκάζει, ὁ δὲ τεχνίτης πρὸς
5τὸ συμφέρον αὐτῷ χρήσεται.

80

ἐπειδὴ δὲ περὶ σα‐ φηνείας πρόκειται λέγειν, ῥητέον περὶ ἀσαφείας· δυνη‐ σόμεθα γὰρ τοὺς ἐκείνης φυγόντες τόπους σαφῆ ποιῆσαι τὸν λόγον. ἀσάφεια τοίνυν, ὡς μὲν καθόλου, διχῶς
5γίνεται· ἢ γὰρ ἐν λέξεσίν ἐστι τὸ ἀμφισβητούμενον ἀσαφὲς ἢ ἐν πράγμασιν· ὡς δὲ κατὰ μέρος πολλαχῶς. τὸ μὲν οὖν ἐκ πραγμάτων ἀσαφὲς οὕτως γίνεται,

81*

πρῶτον μὲν ὅταν τὰ πράγματα τὰ λεγόμενα τὴν κοινὴν ἐκφύγῃ γνῶσιν, οἷα τὰ ἐν τῇ διαλεκτικῇ καὶ τὰ ἐν γεωμετρίᾳ.

82

δεύτερον, ὅταν συγχέωμεν τὴν τάξιν τῶν γεγονότων, ὡς τὰ μὲν πρῶτα τελευταῖα εἶναι, τὰ δὲ τελευταῖα προτετάχθαι· οἰκονομίας δὲ τὰ τοιαῦτα πολλάκις ἐπέχει χρείαν, δυσπαρακολούθητον
5δὲ ὅμως καὶ ἀσαφῆ τὸν λόγον ποιεῖ. ποιεῖ δὲ ἀσαφῆ τὸν λόγον καὶ τὸ τῶν αὐτῶν πολλάκις μεμνῆσθαι· μακρὸν γὰρ τοῦτο καὶ ὀχληρόν, εἰ μὴ ἄρα ταῖς ἐργα‐
σίαις αὐτὸ διαχειρισόμεθα, καὶ νῦν μὲν ὡς γινώσκον‐ τες λέγομεν, αὖθις δὲ ὡς συγκεφαλαιούμενοι, ἑτέρωθι367
10δὲ ὡς ἀναμιμνῄσκοντες· τὸ γὰρ ὀχληρὸν οὕτως ἐκ‐ φεύξῃ.

83

τρίτον, ὅταν παραλείψωμέν τινα τῶν πραγ‐ μάτων.

84

τέταρτον, ὅταν ἐπεισάγωμεν ἔξωθεν μακρὰ καὶ ἀπηρτημένα τοῦ πράγματος.

85

Τὸ δὲ ἐκ τῶν λέξεων ἀσαφὲς οὕτως· ὅταν ξένοις καὶ τροπικοῖς καὶ ἀμφιβόλοις καὶ γλωσσηματι‐ κοῖς ὀνόμασί τις χρῷτο καὶ τῇ συνθέσει μὴ ἁπλῇ καὶ κατὰ φύσιν, ἀλλὰ δι’ ὑπερβάτων καὶ μήκους περιόδων
5καὶ ἀλληγορίας.

86

ποιεῖ δὲ καὶ ὀνοματοποιΐα ἀσά‐ φειαν, ὡς τὸ ‘σίζεν ὀφθαλμόσ‘ παρ’ Ὁμήρῳ·

87*

καὶ ἡ διάρθρωσις, οἷον ‘Ἀλέξανδρος ὁ Πάρις, Ἀλέξανδρος ὁ Φιλίππου‘.

88

ποιήσεις δὲ ἀσάφειαν καὶ ἐὰν τὰς ἀκολουθίας διαλύσῃς ἀλόγοις διηγήμασι, καὶ τὰ μὲν ὑπερβαίνῃς, τὰ δὲ παρὰ τάξιν τιθῇς. οὕτως δὲ αὐτά τις ποιήσει τὸν δικαστὴν ἀπατῆσαι βουλόμενος τῇ
5ἀνακολουθίᾳ.

89

Πιθανὴ δὲ διήγησις γίνεται, εἰ πάντα, ὅσα λέγει τις, ἐξομοιοῦν πειρῷτο τοῖς ἀληθέσι. τοῦτο δέ, φησί, γένοιτ’ ἄν,

90*

ἐὰν μὴ ψιλὰ τὰ πράγματα τι‐ θῶμεν, ἀλλὰ καὶ τὰ μόρια αὐτῶν προσλαμβάνωμεν, ἐξ ὧν ἡ διήγησις πληροῦται. μόρια δὲ διηγήσεως
πρόσωπον, πρᾶγμα, τόπος, τρόπος, χρόνος, αἰτία·368

91*

πρὸς τούτοις, εἰ ἀλλήλοις ὁμολογεῖ τὰ λεγόμενα καὶ μὴ διαφωνεῖ ἢ μάχεται·

92*

ἔπειτα, ἐὰν μὴ ψιλὰ τιθῶμεν τὰ μόρια, ἀλλ’ ἀκριβῶς ἕκαστα διηγώμεθα, ὥσπερ ἐν τῷ κατὰ Μειδίου· ‘ἰσχυρὸς ἦν, μέλασ‘.

93

ἐφ’ ἅπασι δὲ τούτοις αἰτίαν προσθετέον· ἐπακτικώτατον γὰρ αὕτη πρὸς πειθώ.

94

ποιεῖ δὲ πιθανότητα καὶ τὸ τοῦ λέγοντος ἦθος καὶ πάθος. καὶ τὸ μὲν ἦθος, φησίν, εἰ ἄπλαστον φαίνοιτο, τὸ δὲ πάθος οὐ μόνον πείθει, ἀλλὰ καὶ ἐξίστησι.

95

ποιεῖ δὲ πιθανότητα καὶ περὶ αὑτοῦ μὲν κακόν τι εἰπεῖν μικρόν, περὶ δὲ τοῦ ἀντιδίκου ἀγαθὸν ὁμολογούμενον, ὡς Αἰσχίνης· ‘τούτῳ πατὴρ μὲν ἦν ἐλεύθερος ἀνὴρ Δημοσθένης,
5οὐ γὰρ δεῖ ψεύδεσθαι‘.

96

συνεργεῖ δὲ πρὸς πειθὼ καὶ ἡ ἐνάργεια. ἔστι δὲ ἐνάργεια λόγος ὑπ’ ὄψιν ἄγων τὸ δηλούμενον.

97

ποιεῖ δὲ πειθὼ καὶ λέξις ἀνεπιτήδευτος καὶ τὸ αὐτοσχέδιον ἐμφαίνουσα.

98

ποι‐ ήσεις δὲ πιθανότητα, καὶ ἐὰν μὴ πάντα βεβαιῶν λέγῃς, ἀλλὰ προστιθῇς τὸ οἶμαι καὶ τάχα καὶ ἴσως καὶ τὰ τοιαῦτα.

99

ἡδεῖαν δὲ ποιήσεις τὴν διήγησιν, ἐὰν τοῖς οἰκείοις αὐτὴν ἤθεσι διαποικίλλῃς καὶ γνώμας ἀναμίξῃς· ποιεῖ τε ἡδονὴν ἐνίοτε καὶ ἀρχαιολογία παραληφθεῖσα εὐκαίρως, ὡς παρ’ Ὑπερίδῃ ὁ τῆς Λη‐
5τοῦς μῦθος. ποιεῖ τε ἡδονὴν καὶ ἀστεϊσμός.

100

μεγα‐ λοπρεπῆ δὲ ποιήσεις τὴν διήγησιν ὑψηλῇ φράσει καὶ
διῃρμένῃ καὶ τοῖς νοήμασι σεμνοῖς κεχρημένος καὶ τὰ ταπεινὰ φεύγων παραδείγματα καὶ τὰς αἰσχρὰς τῶν369
5λέξεων.

101

Καὶ διηγήσεων μὲν ἀρεταὶ αὗταί τε καὶ το‐ σαῦται· εἰσὶ δὲ οἳ πρὸς ταύταις ταῖς τρισὶ καὶ μεγα‐ λοπρέπειαν καὶ αὔξησιν καὶ ἡδονὴν καὶ προσήνειαν ἤτοι ἐπιείκειαν ἀρετὰς ἔφασαν διηγήσεως. περὶ μὲν
5οὖν ἡδονῆς καὶ μεγαλοπρεπείας ἔφθημεν εἰπόντες, αὔξησιν δὲ καὶ ἐπιείκειαν τί ἐστι πολλαχοῦ ἀκηκόαμεν.

102

περὶ μέντοι συντομίας Ἀριστοτέλης ἐφίστησιν· εἰ γάρ ἐστι, φησίν, ἡ συντομία συμμετρία τῆς μήτε παραλειπούσης τι τῶν ἀναγκαίων μήτε πλεοναζούσης, ἀρετὴ γενήσεται· εἰ δέ ἐστιν ὥσπερ ἔνδεια τῆς ὑπερ‐
5βαινούσης τι τῶν χρησίμων, ἐν ταῖς κακίαις μᾶλλον ταχθήσεται.

103

ὁ δὲ Γαδαρεὺς Θεόδωρος τὴν πιθα‐ νότητα μόνην ἀρετὴν νομίζει τῆς διηγήσεως, τὰς δὲ προειρημένας ἀρετὰς ἰδίας μὲν μὴ εἶναι μόνης τῆς διηγήσεως, κοινὰς δὲ ἅπαντος τοῦ λόγου.

104

Ἁρπο‐ κρατίων δὲ οὕτως γράφει· καὶ διηγήματος ἀρεταὶ ἐν μὲν τοῖς εὐπρεπεστέροις σαφήνεια, ἐν δὲ τοῖς σαθροῖς ἀσάφεια προβεβλημένη. πόθεν δὲ ἡ ἀσάφεια καὶ πῶς
5γίνεται, ἤδη δεδήλωται.

105

Τρόποι δὲ διηγήσεως ἑπτά· αὔξησις, μείωσις, εὐφημία, παράλειψις, ἐπανάμνησις, ἐπὶ τὸ κρεῖττον ἢ χεῖρον φράσις, ἐνάργεια· περὶ ὧν λεκτέον πῶς ἕκαστον μεταχειριστέον.

106

αὔξησις μὲν οὖν γίνεται, ὡς Δημοσθένης ἐπὶ τῆς Ὀλυνθίας γυναικὸς πεποίηκε.
370

107

μείωσις δέ, ὅταν σμικρύνων τι λέγῃς, ὡς Ἀριστο‐ φάνης, οἷον τριηρίτη, βοιδάριον, κυναρίδιον.

108

παρά‐ λειψις δέ ἐστι τῶν βλαπτόντων ἡμᾶς ἀμνηστία. ὀλι‐ γάκις μὲν οὖν τελέως κατασιωπήσομεν, ἐὰν δὲ μὴ συγχωρώμεθα παρὰ τοῦ ἀντιδίκου, θέντες αὐτὰ παρὰ
5τάξιν ἐπιθολώσαντες ἐροῦμεν.

109

ἐπανάμνησις δέ, ὡς ὁ Δημοσθένης· ‘οὗτος γάρ ἐστιν ὁ πρῶτος Ἀθηναίων αἰσθόμενοσ‘.

110

ἐπὶ τὸ κρεῖττον δὲ φράσις, ὅταν μικρὰ μεγάλως διηγώμεθα.

111

περὶ δὲ ἐναργείας ἤδη προειρήκαμεν, ὅτι ἐστὶ λόγος ὑπ’ ὄψιν ἄγων τὰ δηλούμενα, ὥσπερ Δημοσθένης· ‘ὅταν ἐπὶ κόρρης, ὅταν κονδύλοισ‘, καὶ τὰ ἑξῆς.

112

διαφέρει δὲ διήγησις καταστάσεως, ὅτι ἐν μὲν τῇ καταστάσει περὶ ὧν ἴσασιν οἱ δικασταί, καθιστάμεθα, ἐν δὲ τῇ διηγήσει ἃ ἀγνο‐ οῦσι διηγούμεθα. τοιγαροῦν καὶ τὰ ἐν τῷ κατὰ Μει‐
5δίου οὐ διήγησίν τινές φασιν εἶναι, ἀλλὰ κατάστασιν, οἷον τὸ ‘ἐπειδὴ γὰρ οὐ καθεστηκότος τοῦ χορηγοῦ‘. οὐκ ἔστι δέ, φασίν, οὐδέτερον, ἀλλὰ προβολὴ τοῦ ἀδι‐ κήματος διηγηματικῶς εἰσηγμένη, ἱκανῶς τοῦτο τοῦ ῥήτορος καὶ αὐτοῦ παραδείξαντος, ἐν οἷς φησι· ‘τὰ μὲν
10εἰς ἐμὲ καὶ τοὺς φυλέτας ἠσελγημένα, ἐφ’ οἷς αὐτὸν
προυβαλόμην, ταῦτά ἐστιν‘.371

113

Ζητοῦμεν δέ, εἰ ἀεὶ διηγητέον. οἱ μὲν Ἀπολ‐ λοδώρειοί φασιν ἀεὶ δεῖν διηγεῖσθαι, τὰ αὐτὰ λέγοντες ἃ καὶ ἐν τοῖς προοιμίοις, ὅτι τε ἐλλιπὴς ἔσται ὁ λόγος, καὶ ὅτι οὐδεὶς τῶν ἀρχαίων παρῆκε διήγησιν, καὶ ὅτι
5τοῦ πραγματικοῦ μέρους ἐστὶν ἡ διήγησις, ἀνάγκη τέ ἐστι διηγεῖσθαι, ἵνα μάθῃ ὁ ἀκροατὴς τὸ πρᾶγμα.

114

πρὸς δὲ τούτοις καί τινα τοιοῦτον ἐρωτῶσι λόγον· εἰ μὲν οὐκ οἶδεν ὁ δικαστὴς τὸ πρᾶγμα, πᾶσα ἀνάγκη διηγεῖσθαι, ἵνα μάθῃ· εἰ δὲ οἶδεν, οὐδ’ οὕτως παρα‐ λειπτέον, ἵνα μὴ δόξαν ἑτέραν καταλίπῃ τοῖς δικασταῖς
5περὶ τοῦ πράγματος.

115

χωρὶς δὲ τούτων τίς, φησί, παραλείψει τὴν διήγησιν; εἰ μὲν γὰρ ὁ κατηγορῶν, γελοῖον, ἀνάγκης οὔσης δηλῶσαι τὸ πρᾶγμα· εἰ δὲ ὁ ἀπολογούμενος, συγχωρήσει ἀληθῆ τὴν διήγησιν εἶναι
5τὴν ὑπὸ τοῦ κατηγόρου ῥηθεῖσαν· καὶ λέγων μὲν θερα‐ πεύσει δι’ οἰκονομίας τὰ βλάπτοντα, παραλείπων δὲ πᾶσαν ἀληθῆ συγχωρήσει.

116

Ἀλέξανδρος δὲ ὁ τοῦ Νουμηνίου καὶ Νεοκλῆς φασι μὴ ἀεὶ δεῖν διηγεῖσθαι.

117

πρῶτον μὲν γὰρ ᾧ τρόπῳ τινὰ τῆς διηγήσεως παραιτούμεθα ὡς μὴ συμφέροντα, καὶ πᾶσαν, ἂν μὴ συμφέρῃ.

118

δεύτερον δὲ μηδὲ ἐν ταῖς τῶν νόμων εἰσφοραῖς ἡμᾶς διηγεῖσθαι· τὸ γὰρ ἐπεξιέναι, φασί, τὰς αἰτίας τῆς κατηγορίας ἢ τῆς θέσεως, οὐ τοῦ πράγματός. ἐστι διήγησις, ἀλλὰ
5τῶν ἐκτός.

119

τρίτον, ὅτι φανερῶν ὄντων τῶν πραγ‐ μάτων περιττὸν τὸ διηγεῖσθαι, ὅπερ μάλιστά φασιν ἐν ταῖς δευτερολογίαις εὑρίσκεσθαι.

120

καὶ ὅταν δὲ ἄδοξα τὰ πράγματα ᾖ, ἡ διήγησις οὐκ ἀναγκαία, ὡς ἐν τοῖς τοιούτοις ζητήμασιν· ἐπίτροπος ὀρφανὴν βια‐ σάμενος κρίνεται μὲν κακῆς ἐπιτροπῆς, ἀξιοῖ δὲ δοῦναι
372
5τιμωρίας ἐπὶ τῇ βίᾳ.

121

καθόλου δέ φησιν Ἀλέξαν‐ δρος τὴν διήγησιν δυοῖν ἕνεκεν λέγεσθαι, συνέσεώς τε καὶ δηλώσεως, ταῦτα δὲ εἰ μὲν εἴη παρὰ τοῖς δικασταῖς, περιττὸν τὸ διηγεῖσθαι· εἰ δὲ μὴ εἴη, διη‐
5γησόμεθα· εἰ δὲ τὸ ἕτερον μὲν εἴη, θάτερον δὲ μή, διὰ μὲν θάτερον διηγησόμεθα. τὸ δὲ ἕτερον ἂν ἐλλείπῃ, ἐκ τῶν πίστεων κατασκευάσομεν. πρὸς μὲν οὖν τὸ ἀεὶ διηγεῖσθαι ἡ λύσις εὔδηλος.

122

πολλάκις δὲ καὶ πρὸς τυράννους ἢ βασιλεῖς λέγομεν, οἳ οὐκ ἂν ἀνάσχοιντο ἡμῶν ἀνόνητα παρ’ αὐτοῖς διηγεῖσθαι, ἀλλὰ εὐθὺς ἀπολογήσασθαι περὶ τοῦ πράγματος ἀναγκάζουσι.

123

πρὸς δὲ τό, ὅτι πότερον ὁ κατήγορος παραλείψει ἢ ὁ ἀπολογούμενος, ῥητέον, ὅτι πρὸς τὴν χρείαν ἑκάτερος.

124

Τάξιν δὲ τῇ διηγήσει οἱ μὲν Ἀπολλοδώρειοι μίαν, τὴν ἐκ τῶν προοιμίων, ἀποδιδόασιν, ἀκολουθίαν εἶναι λέγοντες μετὰ τὸ παρασκευασθῆναι πρὸς ἀκρόασιν τὸν δικαστὴν ἐπάγειν τὴν διήγησιν.

125

Ἀλέξανδρος δὲ ὁ τοῦ Νουμηνίου καὶ Νεοκλῆς οὐ μίαν ἀποδεδώκασιν αὐτῇ τάξιν, ἀλλὰ ἄλλοτε ἄλλην.

126

ἐνίοτε καὶ πρό γε τοῦ προοιμίου, ὁπόταν ὁ δικαστὴς προηρεθισμένος ᾖ καὶ σπεύδῃ πρὸς τὸ μαθεῖν τὸ πρᾶγμα.

127

ἔστι
δὲ ὅτε καὶ μετὰ τὰς πίστεις, ὥσπερ Αἰσχίνην τέ φασιν ἐν τῷ κατὰ Τιμάρχου πεποιηκέναι καὶ Δημοσθένην ἐν τῷ κατὰ Μειδίου· τοῦτο δὲ ἁρμόζειν, ἡνίκα ἂν ἰσχυ‐373
5ρότερον οἱ ἀντίδικοι προβεβληκότες ὦσι τὰς διηγήσεις· προμαλαχθέντα γὰρ τὸν δικαστὴν ταῖς πίστεσι ῥᾳδίως παραδέχεσθαι τὴν διήγησιν.

128

παρὰ μὲν οὖν Δη‐ μητρίῳ τῷ Φαληρεῖ φασιν ἐν ἐπιλόγῳ καὶ μετ’ ἐπίλο‐ γον κεῖσθαι διήγησιν· ἁρμόζειν γὰρ τὸ τοιοῦτον, ὅταν σφοδρότερον ὑπὸ τῶν κατηγόρων καταληφθῶσιν οἱ
5δικασταί.

129

Ὁ δὲ Ἀλέξανδρος πρὸ μὲν τῶν πίστεών φησι δεῖν τάττειν τὴν διήγησιν ἢ ἐν αὐταῖς ταῖς πίστεσι, μερίσαντα τοὺς λογισμούς, καὶ τοὺς μὲν προσήκοντας προτάττειν, τοὺς δὲ ἐν μέσῳ τιθέναι, διατάττοντας
5τὴν τῶν λειπομένων διήγησιν.

130

μετὰ δὲ τὰς πίστεις οὐκέτι φησὶ δεῖν διηγεῖσθαι· δυοῖν γὰρ ἕνεκα, ὡς ἐν τοῖς ἀνωτέρω προειρήκαμεν, δηλώσεώς τε καὶ συνέσεως, τὰς διηγήσεις λέγομεν. ταῦτα δὲ ἀμφότερα
5εἰ μὲν διὰ τῶν πίστεων γέγονε, περιττὴ λοιπὸν ἡ διήγησις· εἰ δὲ μὴ δι’ ἐκείνων, οὐδὲ οὕτως καλὸν διη‐ γεῖσθαι. τοῦ τε γὰρ ἰσχυροτέρου καὶ δραστικωτέρου μὴ πείσαντος, οὐδὲν ἀνύσει ἡ διήγησις.

131

τοῦ τε μὴ δεῖν μετὰ τὰς πίστεις διηγεῖσθαι ἀποδεδειγμένου ἀκόλουθον τὸ μηδὲ μετὰ τὸν ἐπίλογον αὐτὰς τάττεσθαι.

132

Ἐζήτησαν δέ τινες καὶ τοῦτο, εἰ ἓν σῶμα τὴν διήγησιν ποιητέον ἢ μεριστέον αὐτὴν εἰς πολλά. ἔνιοι μὲν οὖν φασι μὴ δεῖν μερίζεσθαι τὴν διήγησιν, ἀλλ’
ὁμοῦ πᾶσαν αὐτὴν τιθέναι· μηδὲ γὰρ τῶν ἄλλων μη‐374
5δὲν μερίζεσθαι.

133

Ἀλέξανδρος δὲ τά τε ἄλλα φησὶ δεῖν μερίζεσθαι, ἂν ᾖ χρεία, καὶ τὴν διήγησιν, ὅταν πολλὰ ᾖ τὰ ἐγκλήματα. τὰς μὲν γὰρ ἐπὶ μιᾷ συνιστα‐ μένας αἰτίᾳ σωματικὰς ποιεῖν ἀναγκαῖον ἑνοποιοῦντας,
5τὰς δὲ ἐπὶ πολλαῖς διεσπαρμένας· πολλάκις δέ φησι καὶ δι’ αὐτὸ τὸ μῆκος, ἐὰν ὦσι μακραί, μεριστέον αὐτάς, ἵνα μὴ ὡς ἐν ἱστορίᾳ ἀφηγώμεθα.

134

Πάλιν ἐζήτησαν, εἰ ἐφ’ ἑνὸς καὶ τοῦ αὐτοῦ ζητήματος μία ἄρα ἡ διήγησις ἢ πολλαί. καὶ Θεόδωρος μὲν πολλάς φησι γίνεσθαι, καὶ ἐν ταῖς παραγραφαῖς δύο φησὶν εἶναι, τήν τε τῆς αἰτίας καὶ τὴν τῆς παρα‐
5γραφῆς αὐτῆς.

135

Ἀλέξανδρος δὲ ὁ τοῦ Νουμηνίου οὔ φησι δύο εἶναι νομίζειν δεῖν ἐν μιᾷ ὑποθέσει διηγήσεις· ἀλλ’ εἰ μὲν καθ’ ἑκάστην αἰτίαν ἰδία ὑπό‐ θεσις γίνεται, ἰδία καὶ διήγησις ἔσται· εἰ δὲ ἐκ πολλῶν
5αἰτιῶν μία συνέστηκεν ὑπόθεσις, οὐχ ὅτι αἱ αἰτίαι πολλαί, πολλαὶ καὶ αἱ διηγήσεις ἔσονται, ἀλλ’ ὅτι μία ὑπόθεσις συνέστηκε, μία ἔσται καὶ ἡ διήγησις. οὐδὲ γὰρ ἐν ταῖς παραγραφαῖς δεῖ δύο εἶναι διηγήσεις, ἀλλὰ μίαν μιᾶς οὔσης τῆς ὑποθέσεως ἐξ ἀμφοτέρων
10τῶν αἰτιῶν. οὐ γὰρ αἱ πίστεις, φησίν, εἰσὶ πολλαί, ἀλλὰ τὰ μὲν κεφάλαια πολλά, ὥσπερ καὶ τῆς διηγή‐ σεως, εἰς ἓν δὲ αὐτά, εἰς πίστιν, ἀνάγεται.

136

Τὴν δὲ τῆς διηγήσεώς φησιν ἑρμηνείαν Ἀλέ‐ ξανδρος ὁ τοῦ Νουμηνίου θρασυτέραν δεῖν εἶναι τῆς ἐν τῷ προοιμίῳ καί πού τι καὶ παραβολώτερον ἔχουσαν
καὶ πρὸς πάθος νεύουσαν, οὕτως δὲ ὡς μήτε τὸ μέτρον375
5ὑπερβαίνειν, δεῖ γὰρ συγκεκινῆσθαι τοῖς πράγμασι τὴν μνήμην, μήτε ἐνδεέστερον τοῦ δέοντος· ἄρτι γὰρ εἰς πάθος τὸν ἀκροατὴν ἐκκαλούμεθα.

137

ὅμοιον δὲ τῷ τῶν λόγων σχήματι καὶ τὸ τῆς φωνῆς σχῆμα παρα‐ φυλάττοις καὶ τοιούτῳ μέτρῳ, ὡς μήτε ἄγαν ἐνθουσι‐ ῶδες λαβεῖν, ἐπιλόγοις γὰρ οἰκεῖον, μήτε τὸ λίαν νη‐
5φάλιον· ἀλλότριον γὰρ τοῦ πάθους. ὡς μὲν οὖν καθόλου εἰπεῖν, τοιαύτη ἡ τῆς διηγήσεως ἑρμηνεία τε καὶ ὑπόκρισις.

138

ὡς δὲ κατὰ μέτρου διηγηματικοῦ λέγειν, ἁρμόσει τῷ μὲν ἁπλῷ καὶ μηδεμίαν ἰδιότητα ἔχοντι εὐμαθεῖς καὶ ἀπλημμελεῖς τὰς μεταβολὰς ἔχουσα πρὸς τὸν καιρὸν τῶν πραγμάτων· ἐὰν γάρ τι τοῦ
5διηγήματος μέρος δείνωσιν ἀναγκαίαν ἔχῃ, συνεπαρ‐ θῆναι καὶ τὴν λέξιν καὶ διατεθῆναι, ἐὰν πάθος ἔχῃ, παθητικῶς, ἐὰν δὲ ἦθος, ἠθικῶς.

139

ἐὰν μέντοι διήγημα ἠθικὸν ᾖ καὶ βαρύ, συναφὴς ἡ λέξις διακει‐ μένη βελτίων ἔσται· τὸ γὰρ μὴ συνημμένον καὶ ἁπλοῦν καὶ ἀμβλὺ καὶ ἄτονον.

140

ἐὰν δὲ καὶ διήγημα ᾖ κατασκευαστικόν, τὴν λέξιν δεῖ πολυσχημάτιστον εἶναι παρενθήκαις, παραζητήσεσιν, ἀναδρομαῖς. παράδειγμα τούτου τοῦ διηγήματος παρὰ Δημοσθένει· ‘τοῦ γὰρ
5Φωκικοῦ συστάντος πολέμου‘· εὐθὺς γὰρ ὅλον ἐξ ἀρχῆς διέκοψε καὶ παρενέβαλεν αἰτίας, αἷς ἐξέβαλεν
εἰς ἐκτροπὴν τὸν λόγον.376

141

Τοῦ δὲ παθητικοῦ διηγήματος τὴν λέξιν ἀσυναφῆ καὶ διακεκομμένην εἶναι δεῖ καὶ λελυμένην τοῖς κώλοις· φορτικὸς γὰρ ὁ τρόπος καὶ βαρύς, ὅτι μὴ κατὰ πρόθεσιν ἀκολουθίας, ἀλλ’ ἕκαστα βιαίως καὶ
5ἐξ ἀνάγκης λέγειν, ὡς ἐπὶ τούτου τοῦ ζητήματος· ἐν μακρᾷ πολιορκίᾳ ἐβουλεύσαντό τινες τὴν ἄχρηστον ἡλικίαν διῶξαι· ἀξιοῦσιν οἱ πατέρες ὑπὲρ ἐκείνων ἀνῃρῆσθαι.

142

Τὸ δὲ ἁπλοῦν καὶ σαφές, ὃ καὶ μάλιστά ἐστι διηγηματικόν, ἐν πολλοῖς ἐστι παραδείγμασιν· ὅπου δ’ ἀνατετραμμένην σε δεῖ, φησί, ποιεῖν τὴν διήγησιν καὶ ἀσαφῆ, μὴ τῇ λέξει τὴν ἀσάφειαν ἐργάζου, ἀλλὰ τὴν
5μὲν λέξιν, ὡς ἔνι μάλιστα ἁπλῆν, ἵνα καὶ εὐμαθείας δόξαν ἐνθῇς τῷ ἀκροατῇ, τὴν δὲ τῶν πραγμάτων τάξιν κίνει. τοσαῦτα καὶ περὶ διηγήσεων· ἐφεξῆς τοίνυν περὶ πίστεων ἡμῖν εἰρήσεται.

143-197

(t)

ΠΕΡΙ ΠΙΣΤΕΩΝ.

143

Πίστις τοίνυν ἐστὶ λόγος κατασκευαστικὸς τοῦ προκειμένου ζητήματος. λέγεται δὲ ὁμωνύμως πίστις καὶ ἡ τῶν ἀκουόντων συγκατάθεσις, ἥτις τέλος τυγ‐ χάνει οὖσα τῆς προτέρας πίστεως. καλεῖται δὲ ἡ προ‐
5τέρα ὑπ’ ἐνίων καὶ ἀπόδειξις.

144

Ἀλέξανδρος δὲ οὕτως τὴν πίστιν ὡρίσατο· πίστις ἐστὶ λόγος ἄγων εἰς συγκατάθεσιν. διαφέρει δὲ πίστις ἀποδείξεως, ὅτι ἡ
μὲν ἀπόδειξις ἀληθῆ ἔχει τὰ λήμματα καὶ τὴν συναγω‐377
5γὴν ὑγιῆ, ἡ δὲ πίστις οὔτε ἀεὶ ἀληθὴς οὔτε πιθανὴ καὶ φαίνεται μὲν συνάγειν, οὐ συνάγει δέ, καὶ ἡ μὲν τοῖς φιλοσόφοις ἁρμόζουσα μᾶλλον, ἡ δὲ τοῖς ῥήτορσιν.

145

Τῶν δὲ πίστεων αἱ μὲν ἄτεχνοί εἰσιν, αἱ δὲ ἔντεχνοι· ἄτεχνοι μὲν ἃς ἐξ ἑτοίμου ποριζόμεθα, ἔν‐ τεχνοι δὲ ἃς ἐκ τῆς τέχνης λαμβάνομεν. ἄτεχνοι δέ εἰσιν οἷον μαρτυρίαι, ψηφίσματα, συμβόλαια, χρησμοί,
5τὰ τοιαῦτα, ὅσα ἔγγραφα. ἄτεχνοι δὲ λέγονται, ἐπειδὴ οὐδὲν ἐκ τῆς ἐπινοίας ἐστὶ τοῦ λέγοντος, ἀλλ’ ἃ κἂν ἰδιώτης εὕροι. ἔργον δὲ τοῦ ῥήτορος ἐν ταῖς ἀτέχνοις πίστεσι τὰ μὲν βοηθοῦντα αὐξῆσαι καὶ βεβαιῶσαι, τὰ δὲ καθ’ ἡμῶν ἐπισμικρῦναι καὶ ὡς οὐκ ἀξιόπιστα δια‐
10βαλεῖν. τὸ δὲ ὅλον τούτων τῶν πίστεων ἡ μὲν εὕρεσις ἄτεχνος, ἡ δὲ χρῆσις ἔντεχνος.

146

τῶν δὲ ἐντέχνων πίστεων τὰ πρῶτα εἴδη δύο, παράδειγμα καὶ ἐνθύμημα. καὶ Ἀλέξανδρος μὲν οὕτως·

147

Νεοκλῆς δὲ οὕτως· ἔντεχνοι μέν εἰσι πίστεις, ὧν καὶ ἡ χρῆσις καὶ ἡ εὕρεσις ἐπὶ τοῖς λέγουσιν. εἴδη δὲ αὐτῶν δύο, τό τε ἀπὸ τοῦ πάθους καὶ τὸ ἀπὸ τοῦ πράγματος.

148

παθητικὴ μὲν οὖν πίστις ἐστὶν ἡ τῷ πάθει τοῦ λέγοντος ἐπι‐ φέρουσα τοῦ ζητουμένου τὴν πίστιν, οἷον ‘ὃς γὰρ ἐμοῦ φιλιππισμόν, ὦ γῆ καὶ θεοί, κατηγορεῖ‘.

149

ἡ δὲ ἀπὸ τοῦ πράγματος πίστις γίνεται κατὰ τρόπους τρεῖς, κατὰ τὸ εἰκός, κατὰ τεκμήριον, κατὰ παράδειγμα. τὸ
δὲ εἰκὸς Νεοκλῆς μέν φησι κυρίως τὸ κατὰ διαφορὰν378
5λέγεσθαι, οἷον ‘εἰκὸς ζήσεσθαί με αὔριον μηδενὸς ἀτόπου παρεμφαινομένου‘. τὸ δὲ αὐτό, φησί, λέγεται καὶ εὔλογον· διαφέρει δέ, ὅτι τὸ εὔλογον πλείους ἀφορ‐ μὰς ἔχει πρὸς τὸ εἶναι ἢ μὴ εἶναι. λέγεται δὲ τὸ αὐτὸ καὶ πιθανὸν ἐπινοίᾳ μόνον διαφέρον.

150

νῦν δὲ κυρίως, φησί, λαμβάνεται τὸ εἰκὸς κατὰ τὴν πρός τι σχέσιν, τὸ συζύγως ἀνεξενεχθὲν τῷ σημείῳ καὶ τῷ τεκμηρίῳ, ὥστε τὸ εἰκὸς εἶναί τινος εἰκός, καὶ τὸ ση‐
5μεῖόν τινος σημεῖον, οἷον οὗτος κλέπτης τῷ ὦφθαι αὐτὸν ἐπὶ ἡμέρᾳ ἐκεῖ, ἐν ᾧ ἡ ἀπώλεια γέγονεν, ἢ τῷ ὑπερβαίνοντα καταληφθῆναι τῷ τοῦ κηρύγματος ἀκού‐ οντα μεταστῆναι. καὶ τὸ μὲν εἰκὸς οὕτως.

151

τὸ δὲ τεκμήριον οὕτως· τεκμήριόν ἐστιν εἰκὸς ἄλυτον, οὗ γεγονότος πάντη τε καὶ πάντως ἐστὶν ἐκεῖνο, οὗ τεκμή‐ ριον ὑπάρχει.

152

τὸ δὲ σημεῖον οὕτως· σημεῖόν ἐστι τεκμήριον ἤδη καταλαμβανόμενον. κοινότερον δὲ εἰώ‐ θασι χρῆσθαι ἀντὶ τοῦ εἰκότος τῷ σημείῳ, ὥστε κατὰ τοῦτο σημεῖον εἶναι αἷμα φόνου, στέφανον εὐεργεσίας,
5μέθην εὐωχίας, ἁπλῶς εἰπεῖν εἰκὸς εἶναι καὶ σημεῖον, ὅπου πιθανὴ ἐπαγωγὴ γίνεται εἰς τὸ προκείμενον.

153

τῶν δὲ εἰκότων, φησί, καὶ τῶν σημείων καὶ τῶν παραδειγμάτων εἴδη τρία, τὰ πρὸ τοῦ πράγματος, ὡς νέφος χειμῶνος, τὰ ἐν τῷ πράγματι, ὡς καπνὸς πυρός, τὰ μετὰ τὸ πρᾶγμα, ὡς αἷμα φόνου.

154

Παράδειγμα δέ, ὡς Νεοκλῆς, ἐμφερὲς καὶ ὅμοιον καὶ εἰκὸς τῷ ζητουμένῳ πράγματι, ἀφ’ οὗ ὁρ‐ μώμενος ἄν τις ἀξιώσαι ὁμοίως τὰ ὅμοια φρονεῖν καὶ ἐπὶ τοῦ ζητουμένου, οἷον τοῦ τινα δορυφόρους λαμ‐379
5βάνοντα τυραννήσειν παράδειγμά ἐστι Πεισίστρατος καὶ Φάλαρις καὶ Διονύσιος.

155

Ἀλέξανδρος δὲ οὕτως· παράδειγμά ἐστι λόγος ἀπὸ τῶν κατὰ μέρος ἤτοι ἐπὶ τὸ κατὰ μέρος ἐπάγων ἢ ἐπὶ τὸ καθόλου ἢ ἀπὸ τοῦ ὁμοίου ἐπὶ τὸ ὅμοιον, ὡς ἔχει τὰ προειρημένα.

156

ὡς δὲ Ζήνων, παράδειγμά ἐστι γενομένου πράγ‐ ματος ἀπομνημόνευσις εἰς ὁμοίωσιν τοῦ νῦν ζητουμένου.

157

Ἐνθύμημα δέ ἐστιν, ὡς μὲν Νεοκλῆς, λόγος προειρημένων τινῶν περὶ τοῦ ζητουμένου, ἢ καὶ περὶ τοῦ καθηγουμένου αὐτοῦ, καί τινα συνήχησιν ἐχόντων τῶν ἀκροατῶν τὸ ἐνδέον κεφαλαιωδῶς καὶ συνειλημ‐
5μένως προστιθείς.

158

ὡς δὲ ἔνιοι, ἐνθύμημά ἐστι τοῦ προηγουμένου ἐπιχειρήματος συμπέρασμα προσ‐ αγόμενον τῷ ζητήματι ἐν μιᾷ περιόδῳ.

159

ὡς δὲ Ἁρποκρατίων, ἐνθύμημά ἐστι λόγος πρὸς ἀπόδειξιν λαμβανόμενος τῶν ὑποκειμένων.

160

τῆς δὲ ἀπο‐ δείξεως ἀρχὴ μέν ἐστιν, ὥς φησι Νεοκλῆς, πρόθεσις· τρόποι δὲ αὔξησις καὶ μείωσις. ἐκ τῶν αὐτῶν δὲ τόπων ληφθήσεται ἥ τε αὔξησις καὶ ἡ μείωσις. μά‐
5λιστα δὲ τὰ πάθη ταῖς αὐξήσεσι συναγωνίζεται καὶ ταῖς μειώσεσιν. ἔσται δὲ ταῦτα οὐκ ἐν ἑνὶ μέρει τοῦ λόγου, ἀλλὰ δι’ ὅλου παρασπαρθήσεται. καὶ περὶ μὲν τῶν τρόπων ταῦτα· περὶ δὲ τῆς προθέσεως ἤδη
λέγωμεν.380

161

Πρόθεσίς ἐστιν ἔκθεσις τοῦ ζητουμένου ὡσ‐ περεὶ σκοπὸς καὶ ἐπαγγελία τῆς μελλούσης παρασκευῆς.

162

λαμβάνεται δὲ [γὰρ] ἡ πρόθεσις πρῶτον μὲν ἕνεκεν τοῦ προσεχεστέρους ποιῆσαι τοὺς ἀκροατάς· εἰ‐ δότες γὰρ τὴν πρόθεσιν, ἐφ’ ἣν ποιεῖται τοὺς λόγους, προσεκτικώτεροι γίνονται·

163

δεύτερον δὲ ἕνεκεν τοῦ τὴν μετάβασιν τὴν ἐπὶ τὰς πίστεις ἐκ τοῦ διηγή‐ ματος πᾶσι φανερὰν γενέσθαι·

164

τρίτον αὐξήσεως ἕνεκεν· τοῦτο γὰρ ἐποίησε καὶ Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου προαναγνοὺς τοὺς περὶ σωφροσύνης νόμους.

165

λαμβάνεται δὲ καὶ μειώσεως ἕνεκεν, ὡς ὁ Δημά‐ δης· ‘ἥρπασαν οἱ Διόσκουροι τὰς Λευκιππίδας, Ἀλέ‐ ξανδρος τὴν Ἑλένην, καὶ διὰ τοῦτο τοῖς Ἕλλησι πόλε‐ μος ἐγένετο, καὶ νῦν τοῦ πορνοβοσκοῦ θυγάτηρ ἥρπα‐
5σται‘.

166

τότε δέ, φησί, προοιμίου τάξιν ἔχει τὸν ἀκροατὴν ἐπιστρέφουσα. τίθεται πρόθεσις καὶ πρὸ τῶν διηγήσεων, οἷον ‘τίνων χρὴ λόγον παρὰ πρεσβευτοῦ λαβεῖν; πρῶτον μὲν ὧν ἀπήγγειλε‘, καὶ ἑξῆς.

167

λαμ‐ βάνεται δὲ ἡ πρόθεσις καὶ ἐν ἀρχῇ, ὡς ὁ Λυκοῦργος· ‘καὶ παράνομον τὸ ψήφισμα ἐπιδείξω καὶ ἀσύμφορον καὶ ἀνάξιον τὸν ἄνδρα δωρεᾶσ‘.

168

ἁρμόζει δὲ τότε ἡ τῶν κεφαλαίων ἔκθεσις, ὅταν ἐπὶ τὸ βέλτιον ὦσι περί τινος προαπενηνεγμένοι, ὡς ὁ Δημοσθένης περὶ τοῦ Χαριδήμου λέγων· ‘ἐγὼ δὲ ἐὰν μὴ καὶ παράνομον
5τὸ ψήφισμα δείξω καὶ ἀσύμφορον καὶ ἀνάξιον τὸν
ἄνδρα δωρεᾶσ‘. καὶ περὶ μὲν προθέσεως ταῦτα· περὶ δὲ τῶν τῆς πίστεως τόπων ῥητέον, καὶ πρῶτον τί ἐστι τόπος.381

169

Τόπος μὲν οὖν ἐστιν, ὡς Ἀλέξανδρός φησιν, ἀφορμὴ ἐπιχειρήματος ἢ ἀφορμὴ πίστεως [εἰ], ὅθεν ἄν τις ὁρμώμενος ἐπιχείρημα εὕροι·

170

τῶν δὲ τό‐ πων ἔνιοι μέν, ὡς ὁ Νεοκλῆς φησι, κοινούς τινας κατὰ πασῶν τῶν στάσεων εὑρήκασιν· οἱ δὲ ἰδίους ἑκάστης στάσεως, Ἀριστοτέλης δὲ καὶ κοινοὺς καὶ ἰδίους
5τοὺς μὲν πλείστους εὕρηκε, περὶ δὲ τῶν ἰδίων δια‐ λέγεται συμφωνῶν καὶ αὐτὸς Εὐδήμῳ τῷ ἀκαδημαϊκῷ.

171

εἰσὶ δὲ οὗτοι οἱ τόποι οἵδε· ὅρος, διαίρεσις, παρά‐ θεσις, συστοιχία, περιοχή, ὅμοιον, παρεπόμενον, μάχη, δύναμις, κρίσις. οὗτοι μὲν οὖν, φησίν, οἱ γενικώτατοι τόποι. ἀρκτέον δὲ ἤδη περὶ ἑκάστου λέγειν.

172

ὁ ὅρος τριχῆ τέμνεται, εἴς τε ὁλόκληρον τὸν ὅρον, εἰς τὰ ἐν τῷ ὅρῳ, καὶ τὰ παρακείμενα τῷ ὅρῳ. τὰ μὲν οὖν ἐν αὐτῷ τῷ ὅρῳ ταῦτά εἰσι, γένος, ἴδιον, δια‐
5φορά. τὰ δὲ παρακείμενα αὐτῷ ἐτυμολογία, παρώνυμον, ἐπίθετον, ὑποκοριστικόν· καὶ ἐκ τούτων γὰρ ἐπιχειρή‐ ματα λαμβάνεται.

173

ἡ δὲ διαίρεσις τριχῆ καὶ αὐτὴ τέμνεται, εἴς τε τὴν καταρίθμησιν καὶ εἰς τὸν μερισμὸν καὶ εἰς τὴν εἰδικὴν διαίρεσιν. ἔστι δὲ καταρίθμησις
μέν, ὅταν ὄνομα μόνον κοινὸν ὑπάρχῃ, πρᾶγμα δὲ382
5διάφορον· μερισμὸς δέ, ὅταν κοινὸν ᾖ καὶ ὄνομα καὶ πρᾶγμα, μόνον δὲ τὴν λέξιν διάφορον ἔχῃ. περὶ δὲ τῆς εἰδικῆς διαιρέσεως ὡς σαφοῦς παραλείπομεν.

174

ἡ δὲ παράθεσις καὶ αὐτὴ τριχῆ λαμβάνεται, ἢ κατὰ τὸ μᾶλλον ἢ κατὰ τὸ ἧττον ἢ κατὰ τὸ ἴσον.

175

ἡ δὲ συστοιχία πραγμάτων κοινωνίαν καὶ ὀνομάτων δηλοῖ· συστοιχεῖν γὰρ ἀλλήλοις λέγομεν ὡς τὴν φρόνησιν καὶ τὸν φρόνιμον.

176

ἡ δὲ περιοχὴ διπλῆ· ἃ μὲν γὰρ ὡς μέρη [γίνεται] περιέχεται, ἃ δὲ ὡς κατὰ δύνα‐ μιν.

177

ὁ δὲ ἐκ τῶν ὁμοίων τόπος καὶ αὐτὸς διπλοῦς· τὸ μὲν γὰρ κατὰ τὴν ποιότητα ὅμοιόν ἐστι, τὸ δὲ κατὰ τὴν ἀναλογίαν, ὅπερ εἰς τὰς ἀποδείξεις μᾶλλον ἁρμόττει.

178

τὸ δὲ παρεπόμενον ἔχει τρόπους τρεῖς, τὰ πρὸ τοῦ πράγματος, τὰ ἐν τῷ πράγματι, τὰ μετὰ τὸ πρᾶγμα.

179

τὴν δὲ μάχην ἐν τοῖς περὶ εὑρέσεως σχολικοῖς, ἐν οἷς περὶ ἐπιχειρημάτων ἐλέγομεν, ἐδι‐ δάξαμεν· ῥητέον δὲ καὶ νῦν τὰ παρακείμενα αὐτῇ. παράκειται τοίνυν τῇ μάχῃ καὶ τὰ ἐναντία καὶ τὰ ἀντι‐
5κείμενα. τί δὲ τούτων ἑκάτερον διαφέρει, ῥητέον. ἀντικείμενα μὲν οὖν ἐστιν, ὧν τὸ ἕτερον τοῦ λόγου ἀποφατικόν ἐστιν. ἐναντία δέ, ὅσα περὶ τὸν αὐτὸν τόπον στρεφόμενα πλεῖστον ἀλλήλων ἀπέχει. τῶν δὲ ἐναντίων τὰ μέν ἐστι στερητικά, τὰ δὲ οὐ στερητικά.
10στερητικὰ μὲν οἷον τέχνη ἀτεχνία, οὐ στερητικὰ δὲ οἷον ἀγαθὸν κακόν.

180

ἡ δὲ δύναμις ὀκτὼ διαφορὰς ἔχει ἀκολούθως τῇ τοῦ συμφέροντος διαιρέσει· λαμ‐ βάνεται γὰρ τὸ συμφέρον ἐκ τοῦ ἀγαθοῦ καὶ τοῦ
κακοῦ, καὶ καθ’ ἑκάτερον τετραχῶς, ἐκ μὲν τοῦ ἀγαθοῦ383
5κτῆσις, αὔξησις, τήρησις, ὄνησις· ἐκ δὲ τοῦ κακοῦ ἔκκλι‐ σις, μείωσις, ἀπόκλισις, ὑπόστασις.

181

κρίσις δὲ ληφθήσεται ἀπὸ θεῶν, ἀπὸ ἡρώων, ἀπὸ συγγραφέων, ἀπὸ φιλοσόφων, ἀπὸ ποιητῶν.

182

Οἱ μὲν γενικώτατοι τόποι οὗτοι· οὐδὲ γὰρ οἷόν τε νῦν περὶ ἁπάντων λέγειν, ἀλλ’ ἁπλῶς εἰς ἔν‐ νοιαν ἄγομεν τοῦ πράγματος, ἐπεὶ καὶ ὅταν λέγωμεν δεῖν σκοπεῖν αἰτίαν, ὕλην, ἀγωγήν, οὐχ ὡς ἐκ τούτων
5μόνων ἐλεγχομένων τῶν ἀδικούντων φαμέν, πολλοὶ γὰρ καὶ ἀπὸ χρώματος καὶ ῥήματος ἠλέγχθησαν, ἀλλὰ δι’ αὐτῶν ὥσπερ εἰς ἔννοιαν τῶν ὅλων ἄγομεν.

183

Δεῖ δὲ εἰδέναι, ὅτι πάντα τὰ προειρημένα κατὰ δύο τρόπους ἔσται χρήσιμα ἐπὶ ζητημάτων, οἷον προ‐ κείσθω ζήτημα, εἰ ἡ ἡδονὴ ἀγαθόν. ἐὰν γὰρ θελή‐ σωμεν τοῦτο ἀποδεῖξαι, ἐκ τοῦ ὅρου τῆς ἡδονῆς ἐπι‐
5χειρήσομεν, οἷον ὅτι ἡ ἡδονὴ ἀποκατάστασίς ἐστιν ἐκ τῶν παρὰ φύσιν εἰς φύσιν ἑκάστου τὴν αὑτοῦ, τὰ δὲ ἐξ ἀποκαταστάσεως ἀτελῆ, ἡ δὲ τοιαύτη ἡδονὴ ἀτελής, τὸ δὲ ἀτελὲς οὐκ ἀγαθόν· οὐκ ἄρα ἡδονὴ ἀγαθόν. εἰ δὲ ἀγαθὸν αὐτὴν ἀποδεῖξαι θελήσομεν, πάλιν ἐκ τοῦ
10ὁρισμοῦ τοῦ ἀγαθοῦ ἐπιχειρήσομεν, οἷον ὅτι ἀγαθόν ἐστιν οὗ πάντα ἐφίεται, τῆς δὲ ἡδονῆς πάντα ἐφίεται· ὥστε ἀγαθόν.

184

τοῦτο δέ, φησί, συμβαίνει, ἐὰν χωρὶς προσώπου παραλήψεως τὸ ζητούμενον ᾖ· ἐὰν
δὲ μετὰ προσώπου παραλήψεως, οὔ. ἔστι δὲ καὶ ἀπ’ αὐτῆς ταύτης λαβεῖν ἐπιχείρημα οὕτως, εἰ ἡδονὴ βασιλεῖ384
5ἀγαθόν· τοῦτο γὰρ ὁρισάμενοι κατὰ τοῦτον τὸν ὅρον ἐπιχειρήσομεν.

185

Γνωστέον δὲ ἐπὶ τῶν τόπων τούτων κἀκεῖνο, ὅτι οἱ μὲν αὐτῶν εἰσιν ἀνασκευαστικοὶ μόνον, οἷός ἐστιν ὁ ἀπὸ τοῦ μᾶλλον καὶ ἀπὸ γένους καὶ τοῦ εἴδους, οἱ δὲ καὶ ἀνασκευαστικοὶ καὶ κατασκευαστικοί, οἱ ἀπὸ
5τοῦ ὅρου.

186

Τὰς δὲ λύσεις τῶν πίστεων, ἁπλῶς μὲν εἰπεῖν, ἀπὸ τῶν αὐτῶν τόπων ληπτέον, ἀφ’ ὧνπερ καὶ τὰς κατασκευὰς αὐτῶν λαμβάνομεν, καθ’ ἕκαστον δὲ οὕτως·

187

τὰς μὲν παραδειγματικὰς πίστεις οὕτως· ἢ γὰρ ψευδῆ τὰ λήμματα ἐροῦμεν, ἢ ἀνόμοιον δείξομεν τὸ παραλαμβανόμενον, καὶ ἀνόμοιον οὐκ ἄλλοθεν, ἀλλὰ κατ’ αὐτὸ μάλιστα τὸ δοκοῦν συνέχειν τὴν ὁμοίωσιν,
5ἢ καὶ τοῦτο δόντες τὴν ἐπιφορὰν οὐ συγχωρήσομεν. οὐ γὰρ εἰ ἐπί τινων, καὶ ἐπὶ πάντων, ἢ ἐπί γε τούτου περὶ οὗ ἡ σκέψις, ὥσπερ καὶ Δημοσθένης· ‘σὺ δ’ ἡμῖν μὴ λέγε, ὡς γέγονε τοῦτο πολλάκις· οὐ γὰρ εἴ τι πώ‐ ποτε μὴ κατὰ τοὺς νόμους ἐπράχθη‘, καὶ ἑξῆς.

188

Τῶν δὲ ἀτέχνων πίστεων τοὺς μὲν νόμους ἢ ἀμφιβολίᾳ χρώμενοι καὶ οὐ τοῦτο εἶναι λέγοντες τὸ σημαινόμενον, ἀλλ’ ἕτερον, ἢ τῆς μὲν λέξεως ἀφιστά‐ μενοι, τὴν δὲ διάνοιαν ἐξετάζοντες τοῦ νομοθέτου ἐκ
5τῶν ῥηθέντων ἄλλο τι τὸ προκείμενον συλλογιζόμεθα,
ἢ ἕτερον καὶ αὐτοὶ νόμον ἀντεισάγοντες· τὰ δὲ ψηφί‐ σματα καὶ τοὺς χρησμοὺς καὶ τὰ συμβόλαια ὁμοίως ὥσπερ καὶ τοὺς νόμους λύσομεν.385

189

Τὰς δὲ μαρτυρίας αἰτιασόμεθα ἤτοι φίλους εἶναι λέγοντες τοῖς ἀντιδίκοις τοὺς μάρτυρας ἢ ἡμῖν ἐχθροὺς ἢ δῶρα εἰληφότας ἢ παρακεκλημένους ἢ ἔργον τὸ καταψευδομαρτυρεῖν ποιουμένους. ἀντιτάξο‐
5μεν δὲ τοῖς μάρτυσι καὶ τὰ εἰκότα λέγοντες, ὅτι ταῦτα μὲν οὐδέποτε ψεύδεται, ἄνθρωποι δὲ πολλοὶ ψευδο‐ μάρτυρες ἑαλώκασιν.

190

Πρὸς δὲ τὰς βασάνους ὥσπερ καὶ πρὸς τὰς μαρτυρίας ἀπαντήσομεν. προσεξετάσομεν δὲ καὶ γένος τῶν βασανιζομένων καὶ τύχην καὶ ἡλικίαν· πρὸς δὲ τούτοις, ὅτι πολλοὶ τῶν βασανιζομένων διὰ τὰς βασά‐
5νους τινῶν ψευδῆ κατεῖπον· καὶ εἰ μὲν μεγάλαι εἶεν αἱ βάσανοι, διὰ τὸ μέγεθος αὐτοὺς καταναγκασθῆναι ψεύσασθαι ῥητέον· εἰ δὲ σμικραί, διὰ τὴν σμικρότητα καταπεφρονηκέναι.

191

Τοὺς δὲ ὅρκους ἀπὸ τῶν αὐτῶν ἀφ’ ὧνπερ καὶ τὰς μαρτυρίας λύσομεν, ὅτι καὶ πρότερόν τινες ἐπιώρκησαν καὶ πάντες οἱ τὰ ἄδικα τολμῶντες οὕτως ἔχουσιν ὡς ἂν εἰ καὶ ἐπιορκήσαντες.

192

τοῦτο δὲ δεῖ εἰδέναι, ὅτι, ὅταν πλείω ἰσχυρὰ ἔχωμεν, ὀλίγα δὲ ἀσθενῆ, μετὰ τὰ ἰσχυρὰ τὰ ἀσθενῆ προσήκει τιθέναι· ὅταν δὲ ἰσχυρὸν ἓν ἔχωμεν, πλατὺ δὲ ᾖ, διελόντες
5αὐτὸ μέσον τὸ ἀσθενὲς θήσομεν, ὥσπερ καὶ Δημοσθένης πεποίηκε μέσον τάξας τὸ παράνομον. εἰ δὲ τούτων
μηδὲν εἴη, τὸ ἀσθενὲς πρότερον τάξαντες οὕτως ἐπ‐ άξομεν τὸ ἰσχυρόν.386

193

ἔστι δὲ ὅτε καὶ ἀθρόα πλείω κεφάλαια θήσομεν, ὅταν αὐτῶν αἱ κατασκευαὶ ἀπὸ τῶν αὐτῶν ὦσι τόπων. τοῦ δὲ ἀντιδίκου τότε μάλιστα θετέον ἀθρόα, ὅταν ἔμφασις ᾖ μάχης· εὐδηλοτέρα γὰρ
5οὕτως ἂν ἡ ἐναντίωσις γένοιτο· συγχυθήσονται δὲ ἐνίοτε τὰ κεφάλαια, ὅταν τι σαθρὸν ἐν αὐτοῖς ᾖ κεφά‐ λαιον.

194

τὰ μὲν ἁπλᾶ καθ’ ἑαυτὰ ἢ κατασκευάσο‐ μεν ἢ ἀνασκευάσομεν·

195

τὰ δὲ διπλᾶ, ὡς ἐπὶ τῶν ἀντεγκλημάτων καὶ τῶν ἀμφισβητήσεων, ἐν οἷς παρ‐ εκτενοῦμεν τὸν λόγον τὰ μὲν ἡμέτερα αὔξοντες, τὰ δὲ τῶν ἀντιδίκων μειοῦντες. διὸ καὶ τὸν Πλάτωνά
5τινες μέμφονται, ὅτι διπλοῦν ζήτημα, τὸ περὶ τοῦ ἔρω‐ τος, χαριζόμενος τὸ ἕτερον ἀνεξέργαστον ἀπολέλοιπεν.

196

Τὴν δὲ τῶν πίστεων ἑρμηνείαν οὔτε ἀφελῆ εἶναι δεῖ, καθάπερ ἐν τῇ διηγήσει, οὔτε ἀνηπλωμένην καὶ σπερματικῶς ἔχουσαν τὰ πράγματα, ἀλλὰ καὶ συνεστραμμένην καὶ οἷον εἰπεῖν κωνοειδῆ, καὶ τὸ σύν‐
5ολον ἀγωνιστικήν.

197

ἁρμόζεσθαι δὲ δεῖ τῇ ὑπο‐ κρίσει τὸν λέγοντα πρὸς τὸ σχῆμα τοῦ λόγου. τοσαῦτα καὶ περὶ πίστεων.

198-253

(t)

ΠΕΡΙ ΕΠΙΛΟΓΩΝ.

198

Ἐπίλογός ἐστιν, ὡς μὲν Νεοκλῆς, λόγος ἐπὶ
προειρημέναις ἀποδείξεσιν ἐπιλεγόμενος, πραγμάτων ἀθροισμὸν καὶ ἠθῶν καὶ παθῶν περιέχων.387

199

ὡς δέ τινες, μέρος λόγου ὕστατον ἑπόμενον ἀποδείξεσιν.

200

ὡς δὲ Ἀλέξανδρος, λόγος ἐπιρρωννὺς τὰ εἰρημένα.

201

περὶ δὲ τοῦ πότε αὐτῷ χρηστέον καὶ ποίαν αὐτῷ δοτέον τάξιν, ἐν τοῖς περὶ προοιμίων εἴρηται· τὰ γὰρ αὐτὰ καὶ ἐπὶ τῶν ἐπιλόγων εἰπεῖν ἔνεστιν.

202

Ἵνα δὲ μὴ θαυμάσῃ τις, εἰ συμβαίνει τὸ προοίμιον καὶ τὴν διήγησιν καὶ τὸν ἐπίλογον παραλεί‐ πεσθαι καὶ ἐν ἀποδείξεσι μόναις εἶναι τὸ ζήτημα, παρα‐ θησόμεθά τι τοιοῦτον· φέρε γὰρ ἐν σταδίῳ δρομεῖς
5δύο ἀμφισβητεῖν, τὸν μὲν εἰς τοὺς ὕσπληγας πρότερον εἰσπεσόντα, τὸν δὲ τὸ βραβεῖον κεκομισμένον· ἐνταῦθα γὰρ οὔτε τοῦ προοιμίου χρεία οὔτε τῆς διηγήσεως οὔτε ἐπιλόγου, ἀλλὰ μόνης ἀποδείξεως.

203

Διαιρεῖται δὲ ὁ ἐπίλογος εἰς εἴδη δύο, εἴς τε τὸ πρακτικὸν καὶ τὸ παθητικόν· καὶ τοῦ μὲν πρακτικοῦ ἐστιν ἡ ἀνακεφαλαίωσις, τοῦ δὲ παθητικοῦ τὸ τὰ πάθη κατασκευάζειν καὶ ῥωννύειν τὸν λόγον.

204

ὅταν μὲν οὖν πολλὰ ᾖ τὰ εἰρημένα, ὥστε μὴ μεμνῆσθαι τοὺς ἀκούοντας, τῇ ἀναμνήσει χρησόμεθα· ὅταν δὲ ὀλίγα, παραλείψομεν τὴν ἀνάμνησιν.

205

καὶ τὸ παθητικὸν δὲ μέρος ὡσαύτως· ὅταν μὲν γὰρ περὶ τὸ πρᾶγμα πάθος εἴη, τότε κινήσομεν· ὅταν δὲ μὴ εἴη, παρήσο‐ μεν. ὥσπερ γὰρ τὰ ὀλίγα καὶ εὐμνημόνευτα εἰ πάλιν
5ἀναμνήσομεν, γελοῖον ποιήσομεν, οὕτως καὶ τὰ μὴ ἔχοντα πάθος ἂν παθαίνειν πειρασώμεθα, ἀπορήσαντες τοῦ τοιούτου γελοῖοι ἐσόμεθα.

206

ὅτι δὲ καὶ ἡ ἀνα‐ κεφαλαίωσις καὶ τὰ πάθη πολλάκις ἐκλείπει, παρά‐ δειγμά ἐστιν ὁ Λυσίου λόγος, ὁ περὶ τοῦ κυνιδίου γεγραμμένος· οὔτε γὰρ ἀνακεφαλαίωσιν ἔχει διὰ τὸ
388
5ὀλίγον εἶναι καὶ εὐμνημόνευτον οὔτε πάθος διὰ τὸ μικρὸν εἶναι τὸ πρᾶγμα.

207

Ἔργον δὲ ἐπιλόγου Πλάτων μὲν ἐν Φαίδρῳ φησίν· ‘ἐν κεφαλαίῳ καταλέγοντα ὑπομνῆσαι ἐπιτελευ‐ τικοὺς τοὺς ἀκούοντας τῶν εἰρημένων‘. ἔχεται δὲ τῆς αὐτῆς δόξης καὶ Χρύσιππος· καὶ γὰρ αὐτὸς μονομερῆ
5φησι τὸν ἐπίλογον.

208

Ἀριστοτέλης δὲ ἐν ταῖς Θεοδεκτικαῖς τέχναις φησίν, ὅτι ‘ὁ ἐπίλογος τὸ μὲν κεφάλαιον ἔχει προτρέψασθαι τοὺς ἀκούοντας· προ‐ τρέψομεν δὲ τριχῶς, εἰς τὰ πάθη ἀνάγοντες τὰ ἑκάστῳ
5προτρεπτικά. ἓν μὲν οὖν ἔργον ἐπιλόγου τὸ τὰ πάθη διεγεῖραι, δεύτερον τὸ ἐπαινεῖν ἢ ψέγειν· τούτων γὰρ ἐν ἐπιλόγοις ἡ χώρα· τρίτον δὲ τὸ ἀναμιμνῄσκειν τὰ εἰρημένα‘.

209

οὔτε δὲ τὰ εὐμνημόνευτα οὔτε τὰ ἀπαθῆ κινητέον.

210

Ἔστι δὲ ἀνακεφαλαίωσις ἔκθεσις σύντομος προειρημένων κεφαλαίων ἢ ἐπιχειρημάτων, ἢ νὴ Δία προειρημένων διεξοδικῶν λόγων ἐπιδρομὴ ἀθρόα τῆς τῶν ἀκουόντων ὑπομνήσεως ἕνεκεν.

211

τὴν δὲ ἀνα‐ κεφαλαίωσιν οὐκ ἐν τοῖς τελευταίοις μόνον, ἀλλὰ καὶ ἐν τοῖς μέσοις ποιούμεθα· ὅταν γὰρ πολλὰ ᾖ καὶ δυσμνημόνευτα, τότε καὶ πολλάκις αὐτὰ ἀναμνήσομεν,
5οὐ πάντα πολλάκις λέγοντες, ἀλλὰ τὰ μὲν ἤδη προ‐
ειρημένα ἀναμιμνῄσκοντες, τὰ δὲ μετὰ ταῦτα πάλιν ἀνακεφαλαιούμενοι.389

212

ἀλλ’ οὐδὲ τῶν εἰρημένων πάντα ἀνακεφαλαιωσόμεθα, ἀλλ’ ὅσα μὲν ἰσχυρῶς ἐσμεν λελυκότες, ταῦτα ἀνακεφαλαιώσασθαι προσήκει, τὰ δὲ σαθρὰ παραλιπεῖν. οὐ μὴν οὐδὲ τὰ ἀναγκαῖα τῶν
5ἀντιδίκων κεφάλαια πάντοτε ἀναμνήσομεν, ἀλλ’ ἐκεῖνα, ἃ τὴν ἀνάμνησιν ἀναγκαίαν ἔχει καὶ ἡμῖν χρήσιμον.

213

τὴν δὲ τῶν κεφαλαίων ἀνάμνησιν ποτὲ μὲν μετὰ τῶν πίστεων ποιησόμεθα, ποτὲ δὲ ψιλήν. ὅταν μὲν οὖν ἢ ἰσχυραὶ ὦσιν αἱ πίστεις ἢ ἐξίτηλοι τοῖς ἀκού‐ ουσι, τότε ἀναμνήσομεν μετὰ τῶν ἀποδείξεων· ὅταν
5δὲ ἢ ἀσθενεῖς ὦσιν ἢ τοῖς ἀκούουσιν εὐμνημόνευτοι, ψιλῶς τῶν κεφαλαίων ἀναμνήσομεν.

214

εἴδη δὲ τῆς ἀνακεφαλαιώσεως Νεοκλῆς μὲν τέτταρα εἶναί φησι, καθ’ ὑπόθεσιν, κατὰ στάσιν, κατ’ ἐπιχείρησιν, κατὰ τόπον.

215

κατὰ μὲν οὖν ὑπόθεσιν ἀνακεφαλαίωσις γίνεται, ὅταν αὐτὰ τὰ τὴν ὑπόθεσιν πεποιηκότα ψιλῶς ἐκτιθώμεθα, οἷον ἀσεβείας κρινομένη ἡ Φρύνη· καὶ γὰρ ἐκώμασεν ἐν Λυκείῳ καὶ καινὸν εἰσήγαγε θεὸν
5καὶ θιάσους ἀνδρῶν καὶ γυναικῶν συνήγαγεν· ‘ἐπ‐ έδειξα τοίνυν ὑμῖν ἀσεβῆ Φρύνην, κωμάσασαν ἀναι‐ δῶς, καινοῦ θεοῦ εἰσηγήτριαν, θιάσους ἀνδρῶν ἐκ‐ θέσμους καὶ γυναικῶν συναγαγοῦσαν‘. ψιλὰ γὰρ νῦν τὰ πράγματα διηγεῖται.

216

κατὰ στάσιν δὲ ἀνα‐ κεφαλαίωσις γίνεται, ὅταν τὰ περὶ στάσεως ψιλῶς ἐκ‐ τιθώμεθα, οἷον ἔστω Φειδίας ὡς μὲν νοσφισάμενος ἐκ
τοῦ Ὀλυμπίου χρυσίον, βασανιζόμενος καὶ τεθνηκώς.390
5ἡ ἀνακεφαλαίωσις· ‘ἐπέδειξα τοίνυν μήτε ὑφῃρημένον Φειδίαν χρυσίον‘, ὅπερ στοχαστικόν. ὅτι τε ‘εἰ καὶ ὑφείλετο, κλέπτης, οὐχ ἱερόσυλος ἦν‘, ὅπερ ἐστὶν ὁρι‐ στικόν. ‘ἔτι δέ, εἰ καὶ ἱερόσυλος ἦν, κρίνειν ἐχρῆν πρότερον, οὐ βασανίζειν εὐθύς· ἔτι τε, εἰ ἔδει κρίνε‐
10σθαι, παρ’ Ἀθηναίοις ἔδει‘, ὅπερ ἐστὶ μετάληψις.

217

κατ’ ἐπιχείρησιν δὲ ἀνακεφαλαίωσις γίνεται, ὅταν τις τὰ ἰσχυρότατα ἐπιχειρήματα ἐκτιθῆται, οἷον ἔστω ὁ φιλόσοφος πείσας τὸν τύραννον καταθέσθαι τὴν τυραννίδα καὶ αἰτῶν τὸ γέρας. ἡ ἀνακεφαλαίωσις·
5‘ἐπέδειξα ὑμῖν καὶ ἐκ τοῦ ὀνόματος τοῦ τυραννοκτό‐ νου τὸν κτείνοντα μόνον δωρεᾶς ἄξιον, καὶ ἐκ τοῦ τὰς τοιαύτας δωρεὰς τοῖς κινδυνεύουσιν ἀποδιδόναι‘.

218

κατὰ δὲ τόπον ἀνακεφαλαίωσις γίνεται, ὅταν τὰ ἔν τινι τόπῳ ἐμπεριεχόμενα συντόμως ἐκτιθῆται, ὡς ἐν ταῖς συμβουλαῖς ἡ ἀνακεφαλαίωσις· ‘ἐπέδειξα ὑμῖν καὶ δίκαιον καὶ συμφέρον καὶ πρέπον καὶ δυνατὸν καὶ
5ῥᾴδιον‘.

219

δεῖ δὲ ἀναμιμνῄσκειν συντόμως, οὐκ ἐκ τοῦ φανεροῦ τὴν ἀνάμνησιν εἰσάγοντας, οἷον ‘βού‐ λομαι δ’ ὑμῖν ἄνωθεν περὶ ὧν εἶπον διελθεῖν‘. καὶ γὰρ μειρακιῶδες, φησί, τὸ τοιοῦτο, καὶ ἅμα δόξει περιττὸν
5γίνεσθαι.

220

κατὰ δὲ τὰ στοχαστικὰ ζητήματα
τοῖς μὲν κατηγόροις χρήσιμον τὸ ἀνακεφαλαιώσασθαι· καθ’ ἑαυτὰ μὲν γὰρ ἕκαστα τῶν κεφαλαίων ἀσθενῆ, τεθέντα δὲ ὁμοῦ τὰ πάντα ἰσχυρὰν ποιήσει τὴν ἀπό‐391
5δειξιν· τοῖς δὲ ἀπολογουμένοις οὐ πάνυ.

221

Περὶ τῆς κατὰ τὴν ἀνακεφαλαίωσιν ἑρμηνείας Ἀλέξανδρος ὡδὶ γράφει· λέξις δὲ ἀνακεφαλαιωτικὴ ἀκριβὴς ἔστω, καὶ ὡς ἐπὶ τὸ πλεῖστον μὲν κυρία, με‐ μίχθω δέ, ἂν δέῃ, καὶ τροπικῇ. σχήματα δὲ ἔστω
5ποικίλα· καὶ γὰρ εἰρωνευόμενοι λέξομεν καὶ πρὸς τοὺς ἀντιδίκους ἀποστρέφοντες τὸν λόγον καὶ πρὸς τοὺς δικαστάς, καὶ ἁπλῶς πάντα τὰ σχήματα ἐπιδέχεται τοῦτο τὸ μέρος τοῦ λόγου. καὶ περὶ μὲν τοῦ πραγ‐ ματικοῦ τοσαῦτα· περὶ δὲ τοῦ παθητικοῦ ἤδη ῥητέον,
10καὶ πρῶτόν γε τί ἐστι πάθος.

222

Ὡς μὲν οὖν Ἀλέξανδρός φησι, πάθος ἐστὶν ὁρμὴ ἀπεστραμμένη τὸν αἱροῦντα λόγον·

223

ὡς δὲ Νεοκλῆς, πρόσκαιρος κατάστασις ψυχῆς σφοδροτέραν ὁρμὴν ἢ ἀφορμὴν κινοῦσα.

224

πάθη δέ ἐστι τὰ πρῶτα τέσσαρα, λύπη, φόβος, ἐπιθυμία, ἡδονή. καὶ λύπη μέν ἐστι συστολὴ ὡς ἐπὶ κακῷ παρόντι, φόβος δὲ φυγὴ ὡς ἐπιφερομένου κακοῦ, ἐπιθυμία δὲ ἄλογος
5ὄρεξις, ἡδονὴ δὲ ἄλογος ἔπαρσις.

225

λύπης μὲν οὖν ὡς πρὸς τὸ παρὸν εἴδη ἔλεος καὶ φθόνος. καὶ ἔλεος μέν ἐστι λύπη ὡς ἐπ’ ἀναξίως δυστυχοῦντι, φθόνος δέ ἐστιν ἐπὶ τῇ τοῦ πέλας εὐπραγίᾳ χωρὶς τῆς ἐπὶ τὰ
5οἰκεῖα διαφορᾶς.

226

φόβου δὲ εἴδη αἰσχύνη καὶ ἀγωνία, ὧν αἰσχύνη μὲν φόβος ἥττης, ἀγωνία δὲ φόβος διαπτώσεως.

227

τῆς δὲ ἐπιθυμίας εἴδη ὀργὴ καὶ θυμός, ὧν θυμός ἐστιν ὁρμὴ βίαιος πρὸς κακοποιΐαν, ὀργὴ δέ ἐστιν ἐπιθυμία τιμωρίας.
392

228

τῆς δὲ ἡδονῆς εἴδη ἐπιχαιρεκακία καὶ ἀπόλαυσις, ὧν ἡ μὲν ἐπιχαιρε‐ κακία ἡδονὴ ἐπὶ τῇ τοῦ πέλας κακοπραγίᾳ, ἀπόλαυσις δὲ ἡδονὴ ὡς ἀνεμπιπλαμένου μετὰ θαυμασμοῦ. τὰ μὲν
5οὖν πάθη ταῦτα εἰς τὸν ἐπίλογον ἁρμόζει.

229

Ἔργον δὲ ἐπιλόγου ἢ προϋπάρχοντα πάθη αὐξῆσαι ἢ ἐμποιῆσαι μὴ ὄντα.

230

μεγάλην δὲ ἔχει ῥοπὴν ἐν τοῖς ἐπιλόγοις ἡ αὔξησις, περὶ ἧς λεκτέον· αὔξησίς ἐστι λόγος μεῖζον ποιῶν φαίνεσθαι τὸ πρᾶγμα, μείωσις δὲ λόγος μεῖον ποιῶν φαίνεσθαι τὸ πρᾶγμα.

231

λαμβάνεται δὲ τὰ πάθη ἀπὸ τῶν αὐτῶν ἀφ’ ὧνπερ καὶ τὰ ἐπιχειρήματα· καὶ γὰρ ὀργήν τις κινεῖν ἀπὸ τῶν αὐτῶν δύναται τούτων καὶ πειθώ.

232

χρήσιμοι δὲ ἐν τοῖς ἐπιλόγοις καὶ αἱ ἀντεξετάσεις προσώπων πρὸς πρόσωπα, πράξεων πρὸς πράξεις.

233

κινεῖ δὲ [πρὸς] πάθος καὶ ἡ διατύπωσις, ὅταν τις διατυπώσῃ τὸν τετελευτηκότα λέγοντα, οἷον εἰ τύχοι· ‘φεῖσαι, πάτερ‘. κινεῖ πάθος καὶ ὅταν περὶ τοῦ σχήματος δια‐
5λέγηται, οἷον εἰ τύχοι· ‘ὅπως μὲν ἐπὶ γῆς ἔκειντο, ὅπως δὲ οὗτος παρειστήκει μετὰ τοῦ ξίφουσ‘. ἐπεὶ δὲ καὶ τὴν διατύπωσιν ἔφαμεν πάθη κινεῖν, ῥητέον, τίς ἐστιν ἡ διατύπωσις. διατύπωσίς ἐστιν ἐναργὴς καὶ ἐξειργασμένη φράσις τῶν ψιλῶς καὶ ἁπλῶς ἐν τῇ διη‐
10γήσει λεγομένων, ὑπ’ ὄψιν ἄγουσα τὸ πρᾶγμα.

234

κινεῖ
δὲ ἔλεον καὶ τὸ τοῖς μηκέτ’ οὖσι διαλέγεσθαι, ὡς Εὐριπίδης πεποίηκε λέγειν τὴν Ἑκάβην καὶ ὁ Σοφο‐ κλῆς τὴν Ἠλέκτραν. ὅλως τε ἀφορμὰς ἕξεις εἰς τὸν393
5παθητικὸν τόπον τὰ τῶν τραγῳδοποιῶν δράματα.

235

προνοητέον δὲ ἐν τοῖς ἐπιλόγοις, ὅπως, ἐὰν κατη‐ γορῶμεν, δύσνουν τὸν ἀκροατὴν ποιήσωμεν τῷ φεύ‐ γοντι, ἐὰν δὲ ἀπολογώμεθα, εὔνουν ἑαυτοῖς τὸν ἀκροα‐ τὴν καταλείψωμεν.

236

Γνωστέον δέ, ὡς οὐκ ἀπὸ τοῦ παντὶ λόγῳ ἐπιλέγεσθαι, ὥς τινες ᾠήθησαν, ἐπίλογος κέκληται, ἀλλὰ παρὰ τὸ μηκέτι εἶναι μέρος λόγου ἄλλο τὸ μετὰ τὴν διήγησιν καὶ τὰς πίστεις [καὶ τὰ πάθη]. ὅτι γὰρ
5οὐ διὰ τοῦτο κέκληται ἐπίλογος, διὰ τὸ παντὶ λόγῳ ἐπιλέγεσθαι, ἱκανῶς ἐδήλωσαν οἱ ἀρχαῖοι. Δημοσθένης καὶ ἀνεκεφαλαιώσατο ἐν μέσῳ καὶ τὰς δεινωτικὰς ὕλας παρέσπειρεν ἑκάστῳ κεφαλαίῳ, ἅπερ ἐστὶ τοῦ ἐπιλόγου.

237

διαφέρει δὲ ὁ ἐπίλογος τοῦ προοιμίου καὶ κατὰ τὴν λέξιν καὶ κατὰ τὴν διάνοιαν· κατὰ μὲν τὴν λέξιν, ὅτι ἐν ἐκείνῳ μὲν μετρίαν εἶναι δεῖ καὶ ἠπίαν, ἐν τούτῳ δὲ συγκεκινημένην καὶ πολλὰς ἐμ‐
5βοήσεις ἔχουσαν καὶ σχετλιασμούς· κατὰ δὲ τὴν διά‐ νοιαν, ὅτι ἐκεῖ μὲν πάθος ἐμποιῆσαι δεῖ, ἐνταῦθα δὲ προϋπὸν αὐξῆσαι καὶ ἐπιρρῶσαι.

238

ἡ δὲ ἑρμηνεία καὶ πάνυ πως ἁρμόζει, εἰ θρασεῖα εἴη καὶ τετολμημένη, καὶ ἥ τε λέξις πολλὴν ἔχουσα τὴν τροπικὴν παρα‐
σκευήν, ἥ τε σύνθεσις κεκαινωμένη καὶ παρακινοῦσα394
5τὴν ψυχήν. καὶ τὸ σχῆμα δὲ σχετλιασμοὺς ἐχέτω καὶ εὐχὰς καὶ τὰ τοιαῦτα.

239

Γνωστέον δέ, ὅτι τὰ πάθη καὶ ἐν τοῖς κεφα‐ λαίοις μέσοις παραληφθήσεται, μάλιστα ἐπὶ τῶν ἀσθε‐ νῶν ὑποθέσεων. συμπεριστέλλεται γὰρ τὸ ἀσθενὲς τοῦ πράγματος τῇ τῆς παθητικῆς ἰδέας ὑπερβολῇ,
5καὶ ὁ κριτὴς μεθυσκόμενος τοῖς πάθεσιν οὐκέτι τὸ ἀκριβὲς διορᾷ τοῦ πράγματος, ὅπερ καὶ Δημοσθένης πεποίηκεν ἐν τῷ παραπρεσβείας· καὶ γὰρ ἀνεκεφαλαι‐ οῦτο ἐν μέσοις καὶ τὰς αὐξητικὰς ὕλας ἑκάστῳ παρ‐ έσπειρε τῶν κεφαλαίων.

240

Ὡς μὲν οὖν συντόμως εἰπεῖν, ἡ φράσις ἔστω τῶν μερῶν τοῦ λόγου τοιαύτη· τοῦ μὲν προοιμίου ἀπερίεργός τε καὶ ἥκιστα σημειώδης, καὶ σπερματικῶς ἔχουσά τινα τῶν πραγμάτων τῆς διηγήσεως.

241

ἡ δὲ διήγησις θρασυτέρα μὲν καὶ πρὸς τὰ προοίμια καὶ μᾶλλον κεκινδυνευμένη, τηροῦσα μέντοι τὸ μέτρον τοῦ λόγου.

242

τῶν δὲ πίστεων ἐναγώνιός τε καὶ πικρὰ καὶ περιόδοις καὶ κώλοις ἀνυομένη. κῶλον μὲν οὖν ἐστι διανοίας μέρος ἀπαρτίζον πρὸς ἕτερον κῶλον παρακείμενον, οἷον ‘εἶτα τὸν μὲν χορευτὴν οὐδὲ ὁ
5προσκαλέσας ἀζήμιος ἔσται‘. τοῦτο γὰρ ἕν ἐστι κῶλον· εἶτα τὸ ἑξῆς· ‘τὸν δὲ χορηγὸν οὐδὲ ὁ συγκόψας παρὰ πάντα τὸν νόμον‘. ἢ ὡς ἔνιοι, κῶλόν ἐστι νοήματός τινος περιγραφή. περίοδος δέ ἐστι λόγος διάνοιαν ἀπαρτίζων αὐτοτελῆ ἐκ κώλων συγκείμενος.

243

δὲ τῶν ἐπιλόγων φράσις παθητική ἐστι καὶ τολμηρο‐ τέρα τοῖς νοήμασι καὶ ταῖς δεινώσεσι καὶ τοῖς σχετλι‐ ασμοῖς περιπαθεστέρα.395
5 Ὡς μὲν οὖν συντόμως χαρακτηρίσαι τὴν λέξιν τῶν τοῦ λόγου μερῶν, ἱκανῶς εἴρηται· ὡς δὲ διὰ μακροτέ‐ ρων, ὡδί. θήσω δὲ ταῦτα ἐκ τῆς Ἁρποκρατίωνος τέχνης.

244

Τῆς δὲ λέξεως προοιμίῳ μὲν ἁρμόσει τὸ πολι‐ τικὸν καὶ μηδαμῆ τροπικόν, ἀλλ’ ἐγγυτάτω τοῦ κατὰ φύσιν. προκατάστασις γάρ ἐστι τὸ προοίμιον τοῦ λό‐ γου, αἱ δὲ τροπαὶ ταῖς καταφοραῖς μᾶλλον ἁρμόσουσιν.
5οὐ μήν, φησίν, ἐπειδὴ τὸ παρατετραμμένον καὶ παρά‐ θερμον παραιτούμεθα, ἄτονον καὶ νωθρὸν εἶναι δεῖ τὸν λόγον, ἀλλ’ ὡς ἔνι μάλιστα κινητικὸν τοῦ ἀκροα‐ τοῦ.

245

δεῖ δέ, φησί, μήτε περιόδοις μακραῖς χρῆ‐ σθαι· προαποκάμνει γὰρ ὁ ἀκροατὴς καὶ προεκλύεται· ἀλλὰ περιστέλλειν καὶ μὴ περιουσιάζειν. γίνεται δέ, φησί, τοῦτο διὰ τῆς κυριότητος.

246

εὐρυθμότατα δέ, φησί, τῶν νοημάτων τὰ ταῖς περιγεγραμμέναις προ‐ θέσεσι περιγεγραμμένας ἐπιφορὰς ἀποδιδόντα, οὐ μὴν ἀλλ’ ἐνίοτε ἐναγώνιον ἔσται τὸ τοιοῦτον, ἐνίοτε δέ,
5φησίν, οὐ τοῦ περὶ τὴν ἀπόδοσιν εὐρύθμου, ἀλλὰ τοῦ περὶ τὴν διάνοιαν χρησίμου προνοητέον, ὥσπερ καὶ Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου· τὴν γὰρ δευ‐ τέραν ἐπιφορὰν ἀπεριγράφως ἐξέτεινε διὰ τὸ πλειόνων κατασκευῶν δεῖσθαι. περὶ οὖν προοιμίων τοσαῦτα.
10 Περὶ δὲ τῆς διηγήσεως εἴρηται ἐν τῷ περὶ εὑρέσεως δευτέρῳ τόμῳ.

247

Ταῖς δὲ κεφαλαιώδεσι κατασκευαῖς διάφορος ὁ τῆς λέξεως χαρακτήρ. ὡς γὰρ καθόλου, φησίν, εἰπεῖν, πάντα μετὰ βάρους προακτέον καὶ οὐχ ἁπλῇ οὐδὲ διακεκομμένῃ τῇ φράσει.396

248

ὡς μέντοι κατὰ τὴν ἰδίαν προαγωγήν, καλὸν τὰς μὲν τῶν ἐπιχειρημάτων θέσεις ἁπλᾶς καὶ σαφεῖς εἶναι, προάγεσθαι δὲ αὐτὰς λαγαρώτερον, πυκνῶς μέν, διεξοδικῶς δέ, πλὴν ἐὰν
5ἄρα μὴ κατασκευὰς ἑτέρας ἔχῃ· ὅταν γὰρ τὸ ἐπιχεί‐ ρημα δέηται ἔξωθεν κατασκευῆς οὐκ ἐνθυμηματικῶς, ἀλλὰ σὺν καταστάσει παραβεβλημένης, ποικιλώτεροι καὶ οἱ σχηματισμοὶ γίνονται τοῦ λόγου ταῖς προειρημέναις παρενθέσεσι καὶ ἐπαναγωγαῖς. ἐὰν δὲ αὐτὸ ἐφ’ ἑαυτοῦ
10προάγωμεν, μέλλει τὸ ἐπιχείρημα τὴν προαγωγὴν ἁπλῶς πολιτικὴν λαμβάνειν.

249

τὸ δὲ ἐνθύμημα πολλάκις μὲν καὶ ἁπλῇ λέξει προάγεται, ἡ δὲ οὖν οἰκεία λέξις αὐτοῦ κατὰ τὰς παρισώσεις καὶ τὰς ἀντιστροφάς ἐστι· ταῦτα γὰρ τὰ δύο σχήματα τοῖς ἀντιθετικοῖς ἁρμόζει.
5ἐνθυμηματικώτερον δὲ τῶν περὶ τὴν διάνοιάν ἐστι σχημάτων τὸ ἀντιθετικόν, συνακτικὸν καὶ βιαστικὸν τοῦ προκειμένου.

250

τὸ δὲ ἐπενθύμημα ποτὲ μὲν ὁμοίως ἄν, φησίν, ἐξενεχθείη τῷ ἐνθυμήματι στρογγύλως καὶ πυκνῶς, ποτὲ δὲ εἴωθεν ἐκλύεσθαι. ἁρμοδιώτερον μέντοι ἐστὶ καὶ αὐτό, φησίν, ἐπισυναχθῆναι μὴ μακρὰν
5τὴν ἐπὶ τῷ ἐνθυμήματι κατασκευὴν ἐκτεῖνον.

251

παρά‐ δειγμα δὲ τούτων φέρειν οὐκ ἀναγκαῖον, φησί· τὸν γὰρ χαρακτῆρα τῆς λέξεως, οὐ τὸν τρόπον τῆς μεταχειρί‐
σεως λέξειν ἐπηγγειλάμεθα.397

252

Τοὺς δὲ ἐπιλόγους, φησίν, ἁπλοῖς μὲν ἁπλοῦς εἶναι δεῖ, ἐν δὲ τοῖς ἀμφισβητήμασι λείαν μὲν καὶ ἀφελῆ τὴν λέξιν διὰ τὰς κατασκευάς· ὁ γὰρ τοιοῦτος, φησίν, ἐπίλογος εὐμάθειαν ἐπαγγέλλεται. ὅπου δὲ δεί‐
5νωσίς τις ᾖ, τροπικῇ λέξει χρηστέον· τραγικωτέραν δέ, φησί, τὴν λέξιν καὶ σφοδροτέραν ἐπιτιθέντες. ὅπου δὲ πανήγυρις, τοὺς δεσμούς, φησί, τῶν κώλων οὐ τραχεῖς, ἀλλὰ λείους ἀποδώσομεν, καὶ τὴν λέξιν ὡσαύτως οὐ τραχεῖαν, ἀλλὰ ἱστορικὴν προθήσομεν, τὸ μὲν κῶλον οὐ
10ποιητικὸν ἔχουσαν, ἐγγὺς δὲ τοῦ γλαφυροῦ καὶ ἡδέος.

253

Διονύσιος δὲ ὁ Ἁλικαρνασσεύς, ὃν κανόνα ἄν τις εἴποι δικαίως τῆς περὶ ῥητορικὴν μελέτης, ἐν τῷ Λυ‐ σίου χαρακτῆρι ἐπαινῶν τὸν Λυσίαν ἐπιδείκνυσιν ἅμα καὶ ποίαν δεῖ ἑρμηνείαν εἶναι ἐν τοῖς μέρεσι τοῦ λόγου,
5καί φησιν οὕτως· ‘διαφοράς τε αὐτῶν λαμβάνει κατὰ ἰδέας τῶν πραγμάτων ἡ λέξις· ἀρχομένῳ μὲν γάρ ἐστι καθεστηκυῖα καὶ ἠθική, διηγουμένῳ δὲ πιθανὴ καὶ ἀπερίεργος, ἐπιδεικνύντι δὲ στρογγύλη καὶ πυκνή, αὔξοντι δὲ καὶ παθαινομένῳ σεμνὴ καὶ ἀληθινή· ἀνα‐
10κεφαλαιουμένῳ δὲ διαλελυμένη καὶ σύντομοσ‘.
Τοσαῦτα περὶ τῶν τοῦ λόγου μερῶν.398